PG 100, col. 1097

τοίνυν καὶ πέλαγος βίου χαλεποῦ διαπερᾷν ἢθελεν,
καὶ είς τὴν ἄνω πόλιν Ἰερουσαλὴμ ὁδεύειν ἐσπού-
δαζενο ὡς οἷον ἀστέρας ποδηγοῢντας αὐτῷ ἄνωθεν
τοὺς τοῦ θεαρέστου βίου ὁποφήτας, καὶ τοῦ ἁγίου
σπηλαίουὲν διαδοχῇο οἰκήτορας ὁσίους πέντε Πατέ-
ρας. τοὺς ἀπὸ Δύξεντίου ἕως Ἰωάννου περισκοπῶν,
καὶ ὼς ὁδόν τινα βασιλικὴν καὶ λεωφόρον, τὴν ὑπὸ
τούτων τριὸεἴσαν ὀἴκησιν ὲν τῷ νοῒ ίχνηλατῶν καὶ
ἑπιῆαίνειν σπουδάζων, πρόσεισι τῷ στενωπῷ οἰκί-
σκῳ καὶ τῇ ὑπογαίῳ πέτρα ἑαυτὸν ὲγκαθείρξων,
τεῇ-τριακοστῷ πρό)τῷ ἔτει-τῆς αὑτοῦ ἡλικίας, τὸν Β
ἐκ τοῦ πέμπτου ἀνασωσάμενος ἕκτον κλῆρον, ὡς ετ ·
τις εἴποι, τῆς ἑξάστρνυκ φωταυγίας ἀναπληρῶν τὺ
ἰσάριθμον. Καὶ τὸ φιλήσυχον πεπαιδευμένος εις
ἄκρον ἔμεινεν, μηδὲν τὺ σύνολον κτώμενος’ τοῦ
αίῶνος τούτου. Μελίσσης γὰρ τρόπῳ, οίονεὶ uiuat]:
τινὶ, ἐν τῷ σπηλαίῳ τοῦ ὅρους ὁ θαυμαστὸς οὗτος
Στέφανος ἑαυτὸν ἐγκαθείρξας, τδ ἡδὺ καὶ ἀνήροτον
τῆς ἀρετῆς ἐπιμελῶς εἰργάξετο μέλι, τῷ παμὸασιλεῖ
τῶν ὅλων τοῦτο προσφέρων Θεῷ. Καὶ οὕτω γυμνα-’
σθεὶς ἀδεῶς τὰ αἰσθητήρια, ὥστε ἕξιν γενέσθαι, καὶ
διακρίνειν τὸ καλὴν ἀπὸ τοῦ χείρονος, ἔμαθεν μέντοι
καὶ ἐργάζεσθαι τὴν ἀποστολικὴν ἐκείνην τῶν δικτύων
συρῤαφὴν καὶ σύμπλεξιν τῆς ἁλιευτικῆς τέχνης,
οὐ μὴν ἀλλὰ καὶ τὴν καλλιγραφικὴν, διὰ τὺ μὴ ἑπι-
ὄαρῆσαί τινα, ἀλλὰ μᾶλλον ἐκ τῶν ἰδίων κόπων ὲπιε
διδόναι τῷ χρείαν ἔχοντι. Iliiqu δὲ γηῖνης φροντίδος
δαυτὸν ἐλευθερώσας, μίαν ἔσχε φροντίδα, τὸ πῶς ἀρέσῃ τῷ Θεῷ ιν προσευχαῖς καὶ νηστείαις. οὗ
μὴν ἀλλὰ καὶ πάσης ἀρετῆς ἐπιμελούμενος, ὡς γεωργός τις ἀριστος, προρρίζους ἐξέτεμεν ’τῶν πα-
θῶν τὰς ἀκάνθας, Δοτισμοὺς καθαιρῶν καί πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ,
’ἐκείνην τὴν προφητικὴν πληρῶν φωνὴν τὴν λέγοι
ἐπ’ ἀκάνθαις.
Ἐν δὲ τοῖς θεαρέστοις τούτοις ἀσκουμένου τοῦ
παμμᾴκαρος τούτου, πᾶσιν ἐντεῦθεν γίνεται κατά·
δηλος. ’Δληθὲς γὰρ τὸ μὴ δύνασθαι πόλιν κρυϐῆναι
ἐπάνω ὅρους κειμένην. κΤί δὲ ὲκ τῆς ἀρίστης αὐτοῦ
συμοαίνει πολιτείας ; Πολλοὶ τῷ θείῳ ζήλῳ τοῦ Χρι-
στοῦ πυρωθέντες προστρέχουσιν, καὶ μετ’ αὐτοῦς
συνοικήσεως ἁντιδολοῦσι τυχεῖν, καί⁸ ὁδηγὸν τοῦ
κατὰ Θεὸν βίου γενέσθαι αὑτὸν ίκετεύουσιν. Καὶ δὴ
μόλις μὲν, πείθουσι δὲ ὅμως. Ἐϐιάζετο γὰρ τοῦτον
τοῖς πᾶσι πάντα γενόμενος, καὶ μὴ τὰ ἑαυτοῦ μόνον
σκοπεῖν ἕκαστον διδάσκων, ἀλλὰ καὶ τὰ τῶν πλη-
σίων ἐπιζητεῖν, ἶνα σωθῶσιν· ἔνθεν δὲ ἕως δυοκαί·
- δέκα τέως τὸν ἀριθμδν- ἀδελφοὶ πρὸς αὑτὸν ἐφοί-
τησαν, οὓς εὖαγγελικῶς κελευόμενος, δτι Τὸν ἐρ-
χόμενον πρός με, οὐ μὴ ἐκϐάλω ἔξω, δέχεται
τούτους ἁσμενέστατα· οἷος παιδοτρίϐης καλὸς,
πρὸς τοὺς τῆς ἀσκήσεως ἑπαλείφων ἀγῶνας. Καὶ
” ll. Cor. x, 4,5.” Jerctu. tv, 3. ³¹ Matth. ν , l
vanis caenosas.
ς al. μετ’ αὐτόν.
Panos. Gn. C.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.