PG 102, col. 725

ζανίων ἔπισπορᾷ λυμαινόμενοι.
ς’. Ἀλλά γε δή, καὶ τοὺς ὑπὸ πρεσϐυτέρων μύρῳ
χρισθέντας, ἆναμυρίζειν αὐτοὶ ού πεφρίκασιν ο επι-
σκόπους ἑαυτούς ἀναγορεύοντες, καὶ τὸ τῶν πρεσϐυ·
τάρων χρίσμα, ἄχρηστον εἶναι, καὶ εἰς μάτην ἔπιτε-
λεῖσθαι, τερατευόμενοι.
ῖρατευόμενοι. rentur.
ζ’. Ἆρ’ ἔστιν, ὃς τηλικαύτην ἀκοῇ παρείληφεν
ἄνοιαν, ἣν κατατολμᾷν οἰ παράφρονες ούκ ἐνάρκη-
σαν ; Τοὺς ἅπαξ μύρῳ χρισθέντας ἁναχρίοντες, καὶ
τὰ τῶν Χριστιανῶν ὑπερφυῆ καὶ θεῖα μυστήρια, εἰς
λῆρον μακρὸν, καὶ πλατύν ἔξορχούμενοι γελωτα. ’Καὶ
τό γε σοφόν τῶν ὡς ἀληθῶς ἀμυήτων. Ού γὰρ ἔξεστι,
φασὶν, ἱερεῦσιν τοὺς τελουμένους μύρῳ ἁγιάζειν ο
ἀρχιερεῦσι γὰρ μόνοις ἐνομίσθη ι πόθεν ὁ νόμος ; τίς
δ’ ό νομοθέτης; ποῖος τῶν ἀποστόλων ; τῶν Πατέ.
ρων δε ; ἀλλὰ τῶν συνόδων ; ἣ πού καὶ πότε συστᾶσας
τίνων δὲ κρατήσασα ψήφοις οὐκ ἔξεστιν ἱερεῖ μύρῳ
τοὺς βαπτιζομένους σφραγίζειν ; οὐκοῦν οὐδὲ βαπτί-
ζειν ὅλως, ούδὶ ἱερᾶσθαι · ἄραοῖνα σοι μηδὲ ἡμίτο-
μος ἱερεύς, ἀλλ’ ὁλόκληρος, εἰς ἀνίερον εῖη κλῆρον
ἀπεληλαμένος. Ἰερουρσγεί τὸ δεσποτικὸν σῶμα καὶ
αἷμα Χριστοῦ, καὶ τοὺς πάλαι μυσταγωγηθέντας δι’
αὐτῶν καθαγιάξει, πῶς ούχ ἀνιάσει μύρῳ χρίων τούς
νῦν τελουμένους; βαπτίζει ὁ ἱερεύς, καθάρσιον δῶ-
ρον τῷ βαπτιζομίνῳ τελεσιουργῶν, πῶς, ἧς τελε-
σιουργὸς αύτὸς ύπάρχει καθάρσεως, ἀφαιρήσεις αύτοῦ
τήν φυλακήν καὶ σφραγίδα ; ἀλλ’ ἀφαιρεῖς τὴν σφρα-
γίδα, μηδ’ ὑπηρετεῖν ἐπιστρέψῃς ι τῷ δώρῳ, μηδ’
ὶν αύτῷ τινας τελεσιουργεῖν, ῖνα σε λυμνοῖς, ό σός
ἱερεύς, ἕνδιαπρίπων ὀνόμασιν, τῆς αὐτῆς αύτῷ χορο-
στασὶας κορυφαῖον δείξῃ, καὶ ἐπίσκοπον.
η’. Ἀλλὰ γὰρ ούχὶ μόνον εἰς ταῦτα παρανομεῖν
ἰξηνὶχθησαν, ἀλλὰ καὶ εῖ τις κακῶν ἐστι κορωνὶς,
ταύτην ἀνέδραμον. Πρὸς γάρ τοι τοῖς εἰρημένοις
ἆτοπήμασι, καὶ τό ἱερὸν καὶ ἅγιον σύμϐολον, ὁ πᾶσι
τοῖς συνοδικοῖς καὶ οἰκουμενικοῖς ψηφίσμασιν, οἶμα.
χον ἔχει τήν ἰσχύν, νόθοις λογισμοῖς, καὶ παρεγγρά-
πτοις λόγοις, καὶ θράσους ὑπερϐολῇ, κιϐδηλεύειν
ἐπεχείρησαν · ὧ τῶν τοῦ πονηροῦ μηχανημάτων l τὸ
Πνεῦμα τό ἅγιον ούκ ἔκ τοῦ Πατρός μόνον, ἀλλά γε
καὶ ἐκ τού Υὲοῦ, ἐκπορεύεσθαι, καινολογή σαντες.
θ’, Τίς ποτε τοιαύτην, παρὰ τῶν πώποτε ἀσεϐη-
σάντων, φωνὴν ἤκουσεν fier/siam; ποῖος σκολιός
ὄφις εἰς τὰς ἐκείνων καρδίας τοῦτο ἠρεύξατο; Τίς
ὅλως ἀνάσχοιτο, τῶν ἓν Χριστιανοῖς τελούντων, ἐπὶ
τῆς ἁγίας Τριάδος δύο εἰσάγειν αἴτια· Υἰοῡ μὲν καὶ
Πνεύματος, τὸν Πατέρα · τοῦ Πνεύματος δε πάλιν,
τόν Υὶόν· καὶ εἰς διθεὶαν τὴν μοναρχίαν λύειν, καὶ
μηδὶ ⁸ ἦττον τῆς Ἑλληνικῆς μυθολογίας, τήν τῶν
VA ΒΙΑΞ LECTIONES.
³ ῖσ· ἐπιτρίψας, ῖσ. μηδέν.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.