PG 102, col. 736

νόμιμον γυναῖκα συναφείας τε καὶ κοινωνίας, καθαιρείσθω ο ὡσαύτως,
προφάσει εὐλαϐείας, ἐκϐάλλει, ἀοαρι-
λβ· Ἦ δὲ κατάλυσις τῆς πρώτης ἑϐδομάδος, καὶ
ὁ ἀναμυρισμός τῶν ἤδη βεϐαπτισμένων, καὶ μεμυ-
ρισμένων, οὐδε κανόνων, οἶμαι, δεήσεται εἰς κατά-
γνωσιν, αὐτόθεν καὶ μόνης τῆς διηγήσεως πᾶσαν
ὑπερϐολὴν ἐκνικὼσης δυσσεϐῆ ματος.
λγ¹. Οὐ μὴν ἀλλά καὶ ἠ κατά τοῦ Πνεύματος,
μᾶλλον δε καθ’ ὅλης τῆς ἀγίας Τριάδος, ὑπερϐολὴν
οὗ λείπουσα βλασφημία, κᾶν μηδεν ἕτερον εἴη τῶν
προειρημένων τετολμημένον, ἐξαρκεῖ,
καὶ μόνον,
μυρίοις αὐτοὺς ὑπαγαγεῖν ἀναθέμασιν.
λδ. Τούτων τὴν γνῶσιν καὶ εἴδησιν, κατά τὸ πα-
λαιὸν τῆς Ἐκκλησίας ἔθος, ἀνενεγκεῖν τῇ ἡμετέρᾳ*
έν Κυμίῳ ἀδελφότητι, έδικαιὼσαμεν · καὶ προθύμους
καὶ συναγωνιστὰς γενέσθαι, ἐπὶ τῇ καθαιρέσει τῶν
δυσσεϐὠν τούτων κάὶ ἀθέων κεφαλαίων, παραινοῦο
μέν τε καὶ δεόμεθα· καὶ μη λιπεῖν τὴν πατρῴαν
τάξιν, ἣν ὑμᾶς οἱ πρόγονοι, δι’ ὧν ἔπραξαν, κατ·
ἔχειν παραδεδώκασιν ο ἀλλά σπουδῇ πολλῇ καὶ προθυ-
μίᾳ, ἀνθ’ ὑμῶν, τοποτηρητάς τινας ἑλέσθαι ἀποστεῖ-
λαι, ἄνδρας τὸ ὑμέτερον ἐπέχοντας πρόσωπον, r56:-
ϐείᾳ δε καὶ ἱερωσύνῃ, καὶ λόγῳ καὶ βίῳ, κεκοσμη-
μένους· ὡς ἃν τὴν ἀρτιφανῆ τῇς ἀσεϐείας ταύτης
ἔφερπύσασαν γαγγραίναν, ἐκ μέσον τῇς ίκκλησίας
ποιησώμεθα · καὶ τοὺς έκμανέντας τοσαύτην ἔπι-
σποράν πονηρίας εἰς τὸ νεοπαγὲς καὶ νεοσύστατον
ἔθνος εἰσενεγκεῖν, αὐταῖς ἀνασπᾶσαι ῥίζαις,καὶ τῷ
πυρὶ παραδοῦναι, διὰ τῆς κοινῆς ἀποφάσεως · ὁ τοὺς
κατηραμένους ὑποδέχεσθαι, τὰ κυριακά θεσπίζουσα
λόγια.
λε’. Οὕτω γάρ, τῆς μεν ἀσεϐείας ὶλαυνομένηςν
καὶ τῆς εὐσεϐείας κραταιουμένης, ἐλπίδας ἔχομεν
ἀγαθὰς, εἰς τὴν παραδοθεῖσαν αὐτοῖς έπαναστρέψαι
πίστιν, καὶ τὸ νεοκατήχητον εἰς Χριστὸν καὶνεοοώ-
τιστον τῶν Βουλγάρων πλήρωμα· καὶ γάρ οὐ μόνον
τό ἔθνος τοῦτο, τὴν εἰς Χριστὸν πίστιν, τῆς προτέ-
ρας ἀσεϐείας ἠλλάξατο· ἀλλά γε δὴ, καὶ τὸ παρά
πολλοῖς πολλάκις θρυλλούμενον, καὶ εἰς ὠμότητα
καὶ μιαιφονίαν πάντας δευτέρους ταττόμενον, τοῦτο
δὴ τὸ καλούμενον τορῶς ι, οἱ δὴ καὶ κατά τῆς Ῥω-
μαίκῆς ἀρχῆς, τοὺς πέριξ αὐτῶν δουλωσάμενοι, xti-
κεῖθεν ὑπέρογκα φρονηματισθέντες, χεῖρας ἀντῆ-
ραν· ἀλλ⁹ ὅμως νῦν καὶ οὗτοι, τὴν τῶν Χριστιανῶν
καθαράν καὶ ἀκίϐδηλον θρησκείαν, τῆς Ἑλληνικῆς
καὶ ἀθέου δόξης, ἕν κατείχοντο πρότερον, ἀντηλ-
VARIxE LECTlONES.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.