PG 102, col. 741

αὐτῆς καὶ την συνάφειαν διασπῶντας καὶ διαλύον-
τας. Δεύτερον δε, καὶ τῶν είκονομαχούντων, ὧν οὖν
δὶν ἔλαττον τῶν ἀλλων αἰρετικῶν, εύ οἶδ’ ὅτι μυ-
σάττεσθαιδ τό δυσσέϐημα, πλατύνειν έστὶ τά στό-
ματα · οὐχὶ οἰκουμενικῇ συνόδῳ τήν αὐτῶν καθαιρε
θῆναι δυσσέϐειαν, ἀλλ’ ένός θρόνου κρίσει, τὴν δίκην
ύπέχειν, πρόφασιν ἐχόντων εἰς τό τερατεύεσθαι.
μδ. Δι’ οἷπερ ἅπαντα, έν τε τοῖς σννοδικοῖς γράμ-
μασι, καὶ έν ἄλλαις ἀπάσαις ἐκκλησιαστικαῖς
ἱστορίαις καὶ συζητήσεσιν, ἀριθμεῖν ταύτην καὶ
συγκαταλέγειν ταῖς ἁγίαις καὶ οἰκουμενικαῖς ἓξ
συνόδοις, ἑϐδόμην μετακείναςο τάττοντας, ἀξιοῦμεν Β
τε, καὶ ὡς ἀδελφοῖς ἀδελφοὶ, παραινοῦμεν τὰ πρέ-
ποντα εἰσηγούμενοι.
με’. Χριστός δε, ό ἀληθινὸς Θεὸς ἡμῶν, ό πρῶτος
καὶ μέγας ἀρχιερεύς, ό ἑκούσιον ύπερ ἡμῶν ἑαυτὸν
καλλιερησάμενος σφάγιον, καὶ τό οἰκεῖον αἷμα λύ-
τρον ὑπερ ἡμῶν καταθέμενος, δοίη μὲν τὴν ὑμετέραν
ἀρχιερατικὴν καὶ τιμίαν κεφαλὴν κρείττω τῶν κύκλῳ
καθισταμένων βαρϐαρικῶν έθνῶν ὀφθῆναι⁶ δοίη δε
γαληνόν καὶ ἤρεμον έξανύειν τόν τοῦ βίου δρόμον·
δοίη δε τυχεῖν καὶ τῆς ἄνω κληρουχίας, ἀνεκλαλήτῳ
χαρᾷ καί εὐφροσύνη, ἔνθα πάντων ἐστὶν εὐφραινο-
μένων ἠ κατοικία, καὶ ἧς ἀπέδρα ὀδύνη πᾶσα καὶ
στεναγμὸς καὶ κατήφεια · ἐν αὐτῷ Χριστῷ τῷ ἀλη-
θινῷ Θεῷ ἡμῶν, ῷ ἡ δόξα καὶ τό κράτος εἰς τοὺς
αἰῶνας τῶν αἰώνων. Ἀμην. C
’Υπερευχόμεθα ὑμῶν κατὰ χρέος τῆς πατρικῆς
ὁσιότητος, μέμνησθαι καὶ αύτοὶ τῆς ἡμῶν μὴ διαλεί·
ποιτε μετριότητος.
ΕΠΙΣΤ. ΙΔ’.
Ἀπὸ τῆς ὑπερορίας, πρὸς τοὺς έπισκόπους.
Edita a Montacutio
Ἐγὼ θαυμάζω πῶς οὕτω ταχέως, ὅστις ποτε ἐστὶ
ἐκεῖνος, τῆς ἡμῶν ἐπελάθετο φύσεως · ούδε γὰρ οὐδ’
ὀνόματι τόν ῦεγχον βουλοίμην ἆν προσενεγκεῖν,
Ι)
οὐδ’ ἄν ἔτεα προσραγείη αὐθαδέστερον. Ἐπεὶ καὶ
ῥᾷον ὁρῶ τούς πολλοὺς τῷ τῶν ἐλέγχων ἀπροσώπῳ
νουθετουμένους, ἦ τὴν έν προσηγορίᾳ παραίνεσιν
φέροντας. Ἀλλὰ πῶς οὕτω θᾶττον ἡμᾶς ὀπίσω μνη-
μης ἀφῆκεν, ὥστε καὶ τοσαύτην ἡμῶν ἄνοιαν, καὶ
θείων νόμων ὀλιγωρίαν έπιϐαλεῖν ο; πόθεν δε ἐπὶ
τοσοῦτον τῆς ἡμῶν κατεξανίσταται μετριότητος
μᾶλλον δε τὶς αὐτόν εἰς τηλικαύτην ἀθρόον ἀνάϐασιν
ὕψωσεν, ὥστε καί μηδεν ἡμῶν φθεγγομένων, αὐτόν
ὅμως ἀκούειν, καὶ μηδ’ έπὶ λογισμόν τοιοῦτονί
ἡκόντων, ἐκεῖνον, ὧσπερ ἀπό τινος σκοπιᾶς, τῆς
οἰκοθεν φαντασίας ἐφορῶντα τὰς καρδίας, καὶ έμο
ϐατεύοντα αύτούς ἐκεῖνα συνιέναι καὶ κατανοεῖν, ἃ
μηδ’ ἑαυτοῖς τινες συνεγνωκεισαν. Καὶ πλέον ἔδοξε
VARIIE LECTIONES.
υ ῖς. μυσάττεσθε. c ῖσ. μετ’ ἐκείνας. α εῐτις.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.