PG 103, col. 1093

μεν, τὴν ἀντίθεσιν αἱ διάφοροι χρήσεις ἀπολαμϐάνου-
σαι δοκοῦσιν ἑκατέρωθεν συνιστᾷν τὸ προτεινόμενον.
- Ὠς 6 Βαπτιστὴς Ἰωάννης Ὀκτωϐρίῳ μηνὶ συν-
ελήφθη οὐ τὸ ἀντικείμενον, ὡς οὐκ ἐν τούτῳ, ἀλλ’ ἐν
τῷ Νοεμϐρίῳ. - Ὡς ἠ Θεοτόκος τήν δεσποτικήν σύλ-
ληψιν ἐν τῷ μηνὶ τῶν νέων εὐηγγελίσθη, οἷον Ἀπρ ιλ-
λίῳ, ’ὸν Ἑϐραῖοι ² Νισᾶν ³ καλοῦσι’ τετοκε δὲ τὸν K6-
ριον ἢ μῶν Ἰησοῦν Χριστὸν μηνῶν συντελεσθέντων ⁴ θ’,
τουτέστιν Ἰανουαρίῳ ε’, κατά τὸ μέσον τῆς νυκτὸς
ἣτις ἐστὶ πρὸ ὀκτὼ εἰδῶν Ἰανουαρίων’ τὸ δὲ τούτου
ἀντικείμενον, [471 Η.] ὡς οὐκ ἐν τῷ εἰρημένῳ μηνὶ,
ἀλλ’ ἐν πέμπτῃ καὶ εἰκάδι τοῦ Μαρτίου εὐηγγελίσθη,
ὲτὲχθη δὲ 6 Σωτὴρ ἡμῶν οὐκ Ἰανουαρίῳ πέμπτῃβιλλα
πρὸ ὀκτὼ καλανδῶν Ἰανουαρίων. - Ὅτι ἐν τῇ ἀναστά-
σει τὸ αὐτὸ ⁵ σῶμα κατὰ πάντα, ὃ καὶ νῦν περικεί-
μεθα, ἀποληψόμεθα, μηδεμίαν διαφορὰν ἐπὶ τὸ ἀφθαρ-
τον προσειληφότες’ καὶ τὸ ἀντικείμενον, ὡς οὐ τὸ
αὐτὸ σῶμα τῷ νῦν ἀναληψόμεθα φθειρομένῳ. - "Oti
ἐν τῷ αὐτῷ σχήματι ἀναστησόμεθα· καὶ ὅτι οὐκ ἐν
τῷ αὐτῷ, ἀλλ’ ἐν ἑτέρῳ. —— Ὅτι καθ’ ἣν ἡλικίαν ἕκα-
στος τὸν βίον μετήλλαξεν, κατά ταύτην καὶ ἀναστή-
σεται· τὸ δὲ ἀντικείμενον, ὅτι οὐχ οὕτως, ἄλλά καὶ τὰ
παιδία ἐν τελείῳ σχήματι ἀναστήσονται, καὶ οὐκ
ἀθρόον πάντες, ἀλλὰ παρὰ μέρος. - Ὅτι λεπτὸν καὶ
ἀερῶδες καὶ αἰθέριον καὶ πνευματικὸν ἐν τῷ καιρῷ
τῆς ἀναστάσεως ἀποληψόμεθα τὸ σῶμα· καὶ ὅτι οὐ
τοιοῦτον, ἀλλὰ γήϊνον καὶ παχὺ καί ἀντίτυπον. -
[893 Η.]’“Οτι τὸ θεῖον ἀνθρωπόμορφον καὶ ἔμψυχον,
καὶ ὅτι τὸ κατ’ εἰκόνα τὸ σωματικὸν σχῆμα δηλοῖ,καθ’
’ὁ καὶ 6 ἅνθρωπος πρὸς μίμησιν τοῦ ἀρχετύπου δια-
πέπλασται, καί ὼς οἱ ἄγγελοι σώματά τε ἔχουσιν
ὁμοιόσχημα τῶν ἀνθρωπίνων σωμάτων, καὶ ὡς ἐκ τῆς
θείας οὐσίας ἡ ἀνθρωπίνη προελήλυθε ψυχή· καὶ τά
ἀντικείμενα τούτοις, ὡς οὕτε τὸ θεῖον ἀνθρωπόμορ-
φον, οὔτε ὅλως ἐσχηματισμένον, ἀλλ’ οὔτε ἄλλο τι
πέφυκεν εἶναι τῶν προειρημένων· ὡσαύτως δὲ οὐδ’
οἱ ἄγγελοι σώματα, ἀλλ’ ἀσώματοι, καὶ ὡς ἡ τῶν ἀνι
θρώπων ψυχὴ οὐκέκ τῆς θείας οὐσίας. -—- "Ott ἄλλο
ἧν τὸ πρὸ τῆς παραϐάσεως τοῦ ἀνθρώπου σῶμα,
ὅπερ καὶ αὐγοειδὲς καλοῦσι, καὶ ἄλλο τὸ μετά τήν
παράϐασιν, ’ὁ νυνὶ περικείμεθα σάρκινον, καὶ τοῦτό
ἐστιν οἱ δερμάτινοι χιτῶνες, ὅπερ καὶ ἂποτιθὲμεθα
ἐν τῇ ἀναστάσει· καὶ ἐκ τοῦ ἐναντίου, ὅτι οὐχ ἡ σὰρξ
ἡμῶν οἱ ⁸ δερμάτινοι χιτῶνες. -- ’Ότι πρότερον οἱ
δίκαιοι ἀναστήσονται, καὶ σὺν αὐτοῖς πάντα τά ζῶα,
καὶ ἐπὶ χίλια ἔτη τρυφήσουσιν ἐσθίοντες ⁷ καὶ πίνον·
τες καὶ τεκνοῦντες, καὶ μετὰ τοῦτο ἡκαθολικὴ ἐπι-
πήσεταιάνάστασιςο ναὶ ἐκ τοῦ ἐναντίου, ὅτι ⁸ τῶν
δικαίων προανάστασις οὐκ ἔστιν, οὐδὲ ἡ χιλιονταετής
τρυφὴ, οὐδὲ 6 θγαμος. - ’Ότι μετὰ τὴν ἀνάστασιν ἐν
παραδείσῳ τῶν δικαίων ἔσται ἡ διατριϐὴ, καὶ ὅτι ουκ
ἐν παραδείσῳ, ἀλλ’ ἰν τοῖς οὐρανοῖς, καὶ ὡς 6 παρά-
¹ ὃν οἱ ’E ³ Νησᾶν Α. ⁵ τιλεσθ. ⁵ αὐτὸ add. Α. ⁸ ἡμῶν ἐστιν οἱ Β.⁷ τρυφ. καὶ ἐσθ. ⁸ ὅτι]
ὅτι τε Δ. ⁹ ὁόω. Α.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.