PG 103, col. 832

’³ κ -’ν υ 63 ο .‘ . δ ,κ -
εργα οογμααςει. Ov 0 φιλομαθης και σποδοαιος
Διόδωρος σαφῶς [343 H.j τε καὶ γενναίως διελέγχει
λόγῳ μὲν ἡμίτομον τὴν τῆς εἱμαρμένης πλάνην
κηρύττειν, ἔργῳ δὲ συγκροτεῖν τὴν ὃλην, εἴπερ
καὶ τὰ πλεῖστα τῶν σωματικῶν παθῶν τε καὶ ἔργων
διὰ τῆς ψυχικῆς ἐνεργείας τε καὶ συνεργείας, ναὶ ⁸⁸
δὴ καὶ συμπαθείας εἶ’ωθεν ἐπισυμϐαίνειν καὶ ἀπο-
τελεῖσθαι.
Ἐν μὲν οὖν τῷ α’ λόγῳ ἄλλα τέ τινα περὶ εἱμαρ-
μένης διελθὼν, καὶ ὅθεν ἔσχε τήν τόλμαν ἡ πλάνη
παρρησιάσασθαι, καὶ κατά τῆς λεγούσης
δόξης
τόδε τὸ πᾶν ἀγένητον 6⁵ εἶναι διανιστάμενος (οἴεται
γὰρ ἐκ τῆς ὑπολήψεως τῆς τὸν κόσμον ἀγένητον
ποιούσης, ἐκεῖθεν καὶ τὸ τῆς εἱμαρμένης συγκρο-
τεῖσθαι πλάσμα) περατοῖ τὸν α’ λόγον, καὶ ἐν τῷ
β’ τοῦ αὐτοῦ μὴ ἀφιστάμενος ἀγωνίσματος.
Διὸ καὶ ἐν τῷ ι’ κεφαλαίῳ γενητὸν εἶναι τόν τε
κόσμον καῖ τὸν έν αὖτῴ ἄνθρωπον ἐπιδεικνὺς ὧδὲ
πως εἰσϐάλλει πρὸς τὴν ἐπιχείρησιν · Ἐπεὶ, φησί,
τῶν κατᾶ μέρος ἀνθρώπων ἕκαστος φθαρτὸς ἐστι καὶ
γενητὸς, δῆλον ὡς καὶ ἡ τούτων φύσις εἰς τὴν ὁμοίαν
ἄγεται λύσιν, ἐν μόναις ταῖς ἐξ ἀλλήλων διαδοχαῖς
διαμένουσα · τὸ γὰρ ἀγένητον οὐκ ἐν εδ διαδοχαῖς ἐπι-
νοούμενον ἔχει τὸ ἇςοθαρτον, ἀλλὰ καθ’ ἑαυτὸ καὶ
κατᾶ τήν ίδίαν ὑπόστασιν. ’Ότι δὲ ὁ κόσμος γενητὸς ⁸⁷,
δῆλον ἐξ ὧν καὶ τὰ ἐν αὐτῷ γενητὰ, πῦρ καὶ ὕδωρ
καὶ γῆ καὶ ἂήρ . καὶ γὰρ ταῦτα παρά μέρος καθ’
ἑκάστην καὶ ιρθείρεται καὶ γίνεται. [664 PL] ’Ὁτι δὲ
πάλιν ἡ γῆ φθαρτὴ, δῆλον ἐξ ὧν εἰς γῆν καὶ ὁ ἅνθρω-
μ
πος καὶ τὰ ἄλλα τῶν ζώων φθειρόμενα μεταϐάλλεται·
τὸ γὰρ είς ταύτην φθείρεσθαι ἀπόδειξίς ἐστι τοῦ ⁵⁸ ἐκ
ταύτης φθαρείσης κατ’ ἀρχὰς ταῦτα γενέσθαι. Πλὴν
καὶ νῦν ἔτι τὰ ⁶⁹ πολλὰ τῶν ζώων ταύτης τρεπομέ-
νης καὶ φθειρομένης γίνεταί τε καὶ συνίσταται. Τὸ
δὲ τρεπόμενον εἰ καὶ μή πρόδηλον εἶχε τὴν φθορὰν,
πῶς ἂν εἴη ἀγένητον; Τροπή γὰρ πᾶσα τοῦ κατὰ
φύσιν προῦπάρχοντος καὶ μάλιστα τῆς ἆγενησίας
καθέστηκεν ἔκπτωσις. Εἰ δὲ ἦν ἀγένητον ἅνθρωπος,
πῶς, ὑπὸ τῆς γενέσεως ἤτοι τῆς εἱμαρμένης δι-
ῳκεῖτ’ ’³ο ἄν ς Τὸ γὰρ ἀγένητον οὐ δεῖταί τίνος ἀλλο-
τρίου πρὸς την ἰδίαν σύστασιν.
Εἰ δέ τις ὑπὸ τῆς τῶν πραγμάτων, ἐναργείας βια-
ζόμενος ὁμολογεῖ γενητά μὲν εἶναι τα ἐπὶ γῆς καὶ
θαλάττης καὶτὰ ἐν αέρι, τήν δὲ ταῦτα ἀποτελοῦσαν
γένεσιν τρέχουσαν διηνεκῆ φορὰν 7‘ καὶ ἀγένητον ἐν·
εργεῖν, καὶ ἐργάζεσθαι τὰ προειρημένα πάντα ἁϊδίως
_°5 ἀγέννητον Αζ ⁸⁸ ἐν ιε thing.“ δῖ ysl-
ρ-

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.