PG 104, col. 241

έρχεται.
Ἰωάννην άνευφημήσω, καὶ τὴν ἐκείνου σοφίαν πᾶ-
σαν ὑμῖν γνώριμον καταστήσω. Ἰωάννην τὸν μερισά-
¹ μενον μετά τοῦ Πατρὺς τὺ τοῦ Μονογενοῦς κήρυγμα.
Καὶ γὰρ 6 μὲν, οὗτός ἐστιν, ἄνωθεν ἐμαρτύρει ⁸⁸, ό
Υἱός μου ό ἀγαπητὸς, 6 δὲ κάτωθεν, Ἰδε ὀ Ἀμνός
τοῦ θεοῦ, ὀ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. Καὶ
6 μὲν Πατὴρ διὰ τῆς περιστερᾶς τὸν ἀγαπητὸν ὑπ-
εδείκνυεν, ό δὲ τῇ χειρὶ τὸν τῆς οἰκουμένης λυτρωτὴν
ἐνεφάνιζεν. Ἐχρῆν φωνῆς γεννηθείσης τὸν Λόγον λυ-
θῆναι τοῦ Πατρός. Ἐπειδὴ γὰρ οὐκ ἐπίστευσεν 6 Ζα-
χαρίας ὅτι λύεται τῆς Ἐλισάϐετ ἡ στείρωσις, ἐδέθη
τὸ ὄργανον τῆς γλώσσης, ἵνα⁴ μὴ προέλθῃ λόγος ἐξ
ἀπίστου σώματος’ ἐπεὶ δ’ ἐλύετο ἡ στείρα καὶ προ-
ἦλθεν ἡ φωνὴ, ἐλύθη καὶ ήτοῦ Ζαχαρίου γλῶσσα, καὶ
προήρχετο 6 λόγος. Ὢ φωνῆς ἀεννάου ⁸⁷ καὶ μετὰ
θάνατον τήν οἰκουμένην περιηχούσης.
ΣοΕ’.
Ἡσυχίου πρεσϐυτέρου Ἰεροσολύμων εις ἰάκω-
itas-10:3- ἀδελφὸν τοῦ Κυρίου , ita! Δαιντδ θεο-
Ἀνεγνώσθη Ἦσυχῐου, πρεσϐυτέρου Ἱεροσολύμων,
είς Ἰάκωϐον τὸν ἀδελφὸν τοῦ Κυρίου καὶ Δαϐὶδ τὸν
θεοπάτορα.
[1525 3.] Εἰ μὴ ἐταπείνωσεν ἑαυτὸν γενόμενος,
6 Σωτὴρ ἡμῶν, ὑπήκοος μέχρι θανάτου, οὐκ ἂν
οἰκέται συγγενεῖς ἐχρημάτιζον, οὐκ ἂν 6 πηλὸς πα-
τὴρ τοῦ κεραμέως ἐλέγετο. Ἐν τῇ Σιὼν τὴν Βηθλεὲμ
ὡς παροῦσαν ἀσπάζομαι, ὲν τῇ θυγατρὶ τὴν μητέρα
βλέπω. Ἐν σοὶ δᾳδοῦχος ἀστὴρ εἷς ἀνήφθη, ὲν ταύτῃ
δὲ πολλοί. Ἐκεῖνος τοὺς μάγους ὡδήγησεν, αὕτη
Πάρθους καὶ Μήδους καὶ Ἐλαμίτας καὶ τοὺς ἐξ
ἐθνῶν πάντων τῷ φωτὶ τῆς ἀστραπῆς ὲδᾳδοὺχησε.
Σὺ γάλα ἕλκεις ἐκ μασθῶν παρθενικῶν, αὕτη πνεῦμα
ὲκ κέλπων κατάγει πατρικῶν. Σὺ τὸν ἄρτον ὲζύμω-
σας, ἀλλ’ ή Σιὼν δεῖπνον ἀνέδειξε ' σὺ τὸν μόσχον
ἐπὶ τῆς φάτνης ἔθρεψας, ἀλλ’ ή Σιὼν εἰς τὸν βωμὸν
ἀνήγαγε · σὺ τὸν Ἰησοῦν ὲν τοῖς σπαργάνοις ἔκρυψας,
αὕτη δὲ τῷ Θωμᾷ τὴν πλευρὰν ⁸³ βουληθέντι ψηλαφῆ-
σαι ἐγύμνωσε · σὺ παρθένον ἔχεις τίκτουσαν κεκλει-
σμένων τῶν ὀργάνων τῆς φύσεως, αὕτη παστάδα κε-
κλεισμένων τῶν θυρῶν ἔνδον τὸν νυμφίον δεχομένην
καὶ ἔχουσαν. Πῶς ἐγκωμιάσω τδν τοῦ ³⁹ Χριστοῦ
δοῦλον καὶ ἀδελφὺν, τὸν τῆς νέας Ἰερουσαλὴμ ἀρχιο
στρατηγον, τὸν τῶν ἱερέων ἡγεμόνα, τῶν ἀποστόλων
τὸν ιξαρχον, τὸν ὲν κεφαλαῖς κορυφὴν, τὸν ὲν λύχνοις
ὑπερλάμποντα, τὸν ὲν ἄστροις ὐπερφαίνοντα; Πέ-
τρος δημηγορεῖ, ἀλλ’ Ἰάκωϐος νομοθετεῖ, καὶ ὀλίγαι
λέξεις τὸ τοῦ ζητήματος συνέστειλαν μέγεθος. Ἐγὼ
κρίνω μὴ παρενοχλεῖν τοῖς ἀπὸ τῶν ἐθνῶν, καὶ
ἑξῆς. Ἐγὼ κρίνω, οὗ τὴν κρίσιν ἀθετεῖν οὐ θέμις
οὐδὲ ³⁸ φαυλίζειν τὸ ψήφισμα · ἐν ἐμοὶ γὰρ 6 πάντων
ιι Matth. Ill. i7. υ Joan. ι, '29. ° Luc. ι, ‘20.
⁸⁸Λσυνὲχει Α.
ισυνὲχει Δ. ⁸³ ἐμαρτύρει ἀνωθεν ς.
⁵⁷ ἀενάου ς.
’θ οὔτε ς.

Testo OCR da scansione; possono restare errori di lettura.

Citato nell'enciclopedia

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.