PG 104, col. 444

β’. Περὶ κηρυκι-ἔας τῆς ἁγίας Τριάδος, σύμπασα
ἡ σύνοδος εἶπεν· Θέλοντος τοῦ Θεοῦ, fon ὁμολογίᾳ ὴ
ἐκκλησιαστικὴ πίστις ἡ δι’ ἡμῶν παραδιδομένη ἐν
ταύτῃ τῇ ἐνδόξῳ συνελεύσει πρωτοτὺπως ὀμολογητέα
ἐστί. Βιϐαιωτέας δέ τὰς τῶν ἀδελφῶν καὶ συν-
επισκόπων ἡμῶν. τῶν ἔναγχος χειροτονηθέντων δια-
νοίας ⁸ ταῦτα δεῖ προσθεῖναι ἃ παρὰ τῶν Πατέρων
βεϐαίᾳ διατυπώσει παρελάϐομεν, ὥστε τῆς Τριάδος,
τουτέστι τοῦ Πατρδς, καὶ τοῦ Υίοῢ, ml. τοῦ ἁγίου
Πνεύματος τὴν ἐνότητα,τὴν μηδεμίαν ἔχειν διαφορὰν
γινωσκομένην · ἥν ταῖς ἡμετέραις διανοίαις ἐγκαθ-
ιερωθεῖσαν κατέχομεν · καὶ καθὼς ἐμάθομεν, οὕτω
τοὺς λαοὺς τοῦ Θεοῦ διδάξωμεν. Ὁμοίως ἀπὸ πάντων
τῶν ἐπισκόπων τῶν ἔναγχος προαχθέντων, ἐλέχθη
φανερῶς · Οὕτως δεχόμεθα, οὕτως κατέχομεν, οὕτως
διδάσκομεν, τῇ πίστει τῇ εὑαγγελικῇ ἃμα τῇ ὑμετέρᾳ
διδασκαλίᾳ ἑπόμενοι.
Συνόδου οίκουμενικῆς ς’, κανὼν a', o7", ad.
α’. Τάξις ἀρίστη παντὸς ἀρχομένου καὶ λόγου καὶ
πράγματος, ἐκ Θεοῦ τε ἄρχεσθαι καὶ είς Θεὸν ἀνα-
παύεσθαι, κατὰ τὴν θεολόγον φωνήν · ὅθεν καὶ τῆς
εὐσεϐείας ὑφ’ ἡμῶν ἤδη διαπρυσίως κηρυττομένης,
καὶ τῆς Ἐκκλησίας ἐφ’ᾖ Χριστὸς τεοεμελίωται,
διηνεκῶς αὐξανούσης καὶ προκοπτούσης, ὼς τῶν τοῠ
Λιϐάνου κέδρων ταύτην ὑπερεκτείνεσθαι · καὶ νῦν
ἀρχὴν τῶν ἱερῶν ποιούμενοι λόγων, χάριτι θείᾳ
ὁρίζομεν ἀκαινοτόμητά τεκαὶ ἀπαράτρωτα φυλάττειν
τὴν παραδοθεῖσαν πίστιν ἡμῖν ὑπό τε τῶν αὐτοπτῶν
καὶ ὑπηρετῶν τοῦ Λόγου, τῶν θεοκρίτων ἀποστόλων,
ἔτι δὲ καὶ τῶν τιη¹ ἁγίων καὶ μακαρίων Πατέρων τῶν
ἐν Νικαίᾳ συνελθόντων, ἐπὶ Κωνσταντίνου τοῦ γενο-
μένου ἡμῶν βασιλέως, κατὰ Ἀρείου τοῦ δυσσεϐοῦς,
καὶτῆς παρ’ αὐτοῦ δογματισοείσης ἐθνικῆς ἑτερο-
θεΐας,ἢ πολυθεῖας εἰπεῖν οἰκειότερον, οἳ τῇ ὁμογνω-
μοσύνῃ τῆς πίστεως, τὸ δμοούσιον ἡμῖν ἐπὶ τῶν
τριῶν τῆς θεαρχικῆς φύσεως ὕποστάσεων, ἀπεκά-
λυψαν τε καὶ διετράνωσαν · μὴ ὲπικεκρύφθαι τῷ ‘
μοδίῳ τῆς ἀγνωσίας τοῦτο παραχωρήσαντες, ἀλλὰ τὸν
Πατέρα, καὶ τὸν Υἱὸν, καὶ τὸ ἅγιον Πνεῦμα, προσ-
κυνεῖν μιᾷ προσκυνήσει, τοὺς πιστοὺς ἀναφανδὸν
ἐκδιδάξαντες, καὶ τήν τε τῶν ἀνίσων βαθμῶν τῆς
θεότητος δόξαν, καθελόντες καὶ διασπάσαντες · τά τε
ὑπὸ τῶν αίρετικῶν συστάντα ὲκ ψάμμου κατὰ τῆς
ὸρθοδόξίας μειρακιώδη ἀθύρματα, καταϐαλόντες καὶ
ἀνατρέψαντες. Ὡσαύτως δὲ καὶ τὴν ἐπὶ τοῦ μεγάλου
Θεοδοσίου τοῦ γενομένου ἡμῶν βασιλέως, ὑπὸ τῶν
ὲν ταύτῃ βασιλίδι πόλει συναχθέντων ρν¹ ἁγίων Πα-
τέρων κηρυχθείσαν πίστιν, κρατύνομεν” τὰς οεο-
λόγους περὶ τοῦ ἁγίου ΙΙνεύματος φωνὰς ἀσπαζό-
μενοι. καὶ τὸν βέϐηλον Μακεδόνιον τοῖς προτέροις
ἐχθροῖς τῆς ἀληθείας συνεξελαύνοντες , ὡς δοῦλον τὸ
δεσπόζον αὐθαδῶς δοξάσαι τολμήσαντα, καὶ σχίσαι
τὴν ἄτμητον Τριάδα λῃστρικῶς προελόμενον· ὡς ἂν
μὴ ἐντελὲς ἡμῖν τὺ τῆς ἐλπίδος εἴη μυστήριον · mp
βδελυρῷ τούτῳ καὶ κατὰ τῆς ἀληθείας λυιτήσαντι,

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.