PG 104, col. 452

μένου ἁρχιεπισκόπου τῆς ’Δφρῶν χώρας nul. μάρ-
τυρος, καὶτῆς κατ’ αὑτὸν συνόδου ἐκτεθέντα κανόνα ο
ὃς ὲν τοῖς τῶν προειρημένων προέδρων τόποις καὶ
μόνον, κατὰ τὺ παραδοθὲν αὐτοῖς ἔθος ἐκράτησε, καὶ
μηδενὶ ἐξεῖναι τοὺς προδηλωθέντας παραχαράττειν
κανόνας ἦ ἆθετεῖν, ἢ ἑτέρους παρὰ τοὺς προκειμὲ-
νους παραδέχεσθαι κανόνας, ψευδεπιγράφως ὑπό
τινων συντεθέντας, των τὴν ἀλήθειαν καπηλεύειν
ἐπιχειρησάντων. El. δέ τις ἁλῷ κανόνα τινὰ τῶν εῑρη-
μένων καινοτομῶν, ἢ ἀνατρέπειν ἐπιχειρῶν, ὑπεύ-
θυνος ἔσται κατὰ τὸν τοιοῦτον κανόνα · ὡς αὐτὸς
διαγορεύει, τὴν ἐπιτιμίαν δεχόμενος, καὶ δι’ αὐτοῦ
ὲν ᾧπερ πταίει θεραπευόμενος.
Συνόδου Νικαίας τὸ δεύτερον, κανὼν α’, β’.
α’ Τοῖς τὴν ἱερατικὴν λαχοῦσιν ἀξίαν, μαρτύριάτι
καὶ κατορθώματα, αι τῶν κανονικῶν διατάξεων ὑπο-
’τυπὼσεις εἰσίν · ἃς δεχόμενοι ἀσμένως, μετὰ τοῦ
θεοφάντορος Δαϐὶδ ᾄδομεν πρὸς τδν Δεσπότην Θεὸν
λέγοντες-Ἑν τῇ ὀδῷ τῶν μαρτυρίωνσου ἐτέρφθην ὡς
ἐπὶ tl:an πλούτῳ· καὶ, Ἐνετείλω ml δικαιοσύνην·
τὰ μαρτύριά σου εἰς τὸν αίῶνα. Συνέτισόν με καὶ
ζῆσόν με· καὶ είς τδν αἰῶνα ὴ προφητικὴ φωνὴ ἐντέλλε-
ται ἡμῖν φυλάττειν τὰ μαρτύριατοῦ Θεοῦ,καὶ ζῇν ὲν
αὐτοῖς, δῆλον ἀκράδαντα καὶ ἀσάλευτα διαμένουσιν ο
ὅτι καὶ ό θεόπτης Μωῦσῆς οὕτω φησίν · Ἐν αὐτοῖς
οὐκ ἐστι προσθεῖναι, καί ἀπ’ αὐτῶν οὐκ ἔστιν
ἀφαιρεῒνσ καὶ ό θεῖος ἀπδστολος Πέτρος ἐν αὐτοῖς
ὲγκαυχώμενος βοᾷο Eli; ἁ ἐπιθυμοῦσιν ἄγγελοι
παρακύψαι· καὶ ό Παῢλός φησι · Κᾶν ἡμεῖς ἣ
ἅγγελος edam-adlata: ὑμῖν παρ’ ὃ παρελάϐετε,
ἀνάθεμα ἔστω. Τούτων οὖν οὕτως ὀντων καὶ διαμαρ-
τυρομένων ἡμῖν, ἀγαλλιώμενοι ἐπ’ αὐτοῖς, ὡς εί τις
εὓροισκύλα πολλὰ, ἀσπασίως τοὺς θείους κανόνας
ἐνστερνιζόμεθα, καὶ ὁλόκληρον τὴν αὐτῶν διαταγὴν
καὶ ἀσάλευτον κρατύνομεν,“τῶν τε ἐκτεθέντων ὑπὸ
τῶν ἁγίων σαλπίγγων τοῦ Πνεύματος πανευφήμων
ἀποστόλων, τῶν τε ἓξ ἁγίων οίκουμενικῶν συνόδων,
καὶ τῶν τοπικῶς συναθροισοεισῶν ἐπὶ ἐκδόσει
τοιούτων διαταγμάτων,καὶ⁴ τῶν ἁγίων Πατέρων
ἡμῶν · ἐξ ένδς γὰρ ἅπαντες καὶ τοῦ αὑτοῦ Πνεύματος
αὑγασθέντες, ὥρισαν τὰ συμφέροντα. Καὶ οὓς μὲν
τῷ ἀναθέματι παραπέμπουσι, καὶ ἡμεῖς ἀναθεματί-
ζομεν · οὓς δὲ τῇ καθαιρέσει, καὶ ἡμεῖς καθαιροῦ-
μεν · οὓς δὲ τῷ ἁφορισμῷ, καὶ ἡμεῖς ἀφορίζομεν .
οὓς δὲ ἐπιτιμίῳ παραδιδόασι, καὶ ἡμεῖς ὡσαύτως
ύποδάλλομεν. Ἀφιλάργυρος γὰρ ό τρόπος, ἀρκού-
μενοι τοῖς παροῦσιν, ό βεϐηκὼς είς τρίτον οὐρανὸν,
καὶ ἀκούσας apsqu ῥήματα, Παῦλος δ θεῖος ἀπό-
στολος, διαρρήδην βοᾷ.
ιν, 2. ⁸1 Pctr. ι, I2 ἓν Galat. ι, 8. ⁸ Hebr. xui, ι

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.