PG 105, col. 501

τὴν τοῦ Κυρίου ποιμάνας Ἐκκλησίαν, ὲν εῐρήνῃ πρὸς
αὐτὸν μετέστη. Πολλῶν τοιγαροῦν εἰς προστασίαν
τῆς Ἐκκλησίας προχειριζομένων, καὶ ἄλλων δι’ ἄλ-
λας αίτίας διαμαρτανόντων τοῦ σκοποῦ, ἵνα ἡ προορι-
σθεῖσα τοῦ Θεοῦ βουλὴ μείνῃ, Ἰγνάτιος ὁ ὁσιώτατος
πρεσϐύτερος, πλείστοις ἔτεσιν ἤδη τοῖς τῆς ἱερωσύ-
νης χαρίσμασιν ὲνευδοκιμηκὼς, καὶ βαθμὸν ἑαυτῷ
καλὸν ἐν πολλῇ παρρησίᾳ καὶ τῇ ὲν Χριστῷ Ἰησοῦ
πίστει περιποιησάμενος, καὶ ὲν τοῖς ἁπάντων διὰ
τοῦτο στόμασιν ᾴέόμενος, καίτοιγε πλεῖστα παραι-
τούμενος, καὶ τὸν ὄγκον τοῦ ἀξιώματος ἀποδιδρά-
σκων πανευλαὸὦς · ὅμως ἐνεργείᾳ μὲν θείου Πνεύ-
ματος, συνεργίᾳ δὲ καὶ ψήφῳ* ἀρίιεὶρέων Θεοῦ, τῆς Β
θείας ίεραρχίας ἀξιοῦται, καὶ τῷ θρόνῳ τῆς βασιλί-
δος ἐνίδρυται, καὶ τῇ λυχνίᾳ ὸ λύχνος ἐπιτίθεται. ,
Πρὸ πάντων δὲ τῶν ἀρχιερέων καὶ τῶν Δαῶν, τῆς
βασιλίδος ἀποπειλάσης, καὶ ἀξιωσάσης διὰ Κυρίου
γνωρίσαι τὸν ἄξιον, προφητικῶς ὁ μέγας τοῦτον
Ἰωαννίκιος ψηφίζεται· καὶ οὕτως διὰ τῆς Θύρας ὁ
ποιμὴν ὁ καλὸς εἰς τὴν αὐλὴν τῶν προϐάτων εἰσελ-
θὼν, τὰ ἴδια πρόϐατα ἐκάλει κατ’ ὄνομα · καὶ πάσης
μὲν νομῆς θανασίμου καὶ βλαϐερᾶς, πάσης δὲ λύμης
καὶ ἀπωλείας ἐξῆγεν αἰρετικῆς, πρὸς τὰς astruo-4;
δὲ καὶ ἀειθαλείς τῆς όρθοδόξου πίστεως καὶ δικαιο-
σύνης ὡδήγει καὶ εἰσῆγε νομάς· καὶ αὐτὸς μὲν κα-
κίας ἁπάσης τοσοῦτον ἀπείχετο, ὅσῳ πάσης ἀντεί-
χετο δικαιοσύνης · ἐξαιρέτως δὲ πρὸς τὰς τῶν ἀρεν
τῶν κατορθούμενος γενικὰς, τῆς κατ’ εὐσέϐειαν
τελειότητος ἐπεμελεῖτο. Φρόνησις μὲν γὰρ αὐτῷ δι’
ισπούδαστο, οὐχ ὥστε πλοῦτον ἐαυτῷ καὶ δόξαν πο-
ρίζεσθαι κοσμικὴν, καὶ ποικίλας σώματος ἡδονὰς,
ἀλλ’ ὥστε τὸ θέλημα τοῦ Θεοῦ τὸ ἀγαθὸν καὶ εὐάρε-
στον καὶ τέλειον ὲν διακρίσεως πνεύματι καλῶς συν-
ιέναι καὶ ποιεῖν. Ἀνδρία δὲ αὐτῷ, τὸ μὴ ήττᾱσθαί
ποτε τῆς ἁμαρτίας, ἀλλ’ ἐλεύθερον εἶναι καὶ δεσπό-
ζειν τῶν δυναστῶν · ἀποτόμως δὲ τὸν ἁμαρτάνοντα
κατὰ τον ἀποστολικὸν νόμον διελέγχειν, καὶτοῦτο
πολλάκις ἐνώπιον πάντων, καὶ μὴ καθυφίεσθαι δου-
λοπρεπῶς, ἵνα καὶ οἱ λοιποὶ, φησὶ, φόϐον ἔχωσι,
Σωφροσύνη δὲ, ιοὺ τοῦ οἰκείου σώματος μόνον ἡ
ἁγνότης τε καὶ καθαρότης, ἢν ἐκ νεαρᾶς ἡλικίας
οὕτω πόνοις συχνοῖς καὶ ἱδρῶσι κατωρθώσατο, ὡς
είς ἄκραν αὑτὸν ἀπάθειαν, ἦτοι παντελῆ νέκρωσιν
τοῦ σαρκίνου φρονήματος ἐλθεῖν, Οὐ ταύτῃ γοῦν μό-
νον τὸ τῆς σωφροσύνης ὡρίζετο καλὸν, πάσῃ δὲ σπου-
δῇ καὶ τὴν κατ’ αὐτὸν Ἐκκλησίαν ἐπὶ τοσοῦτον ἧγνιυ
ξε, καὶ τῷ ἐμϐριθεί τε καὶ συνεχεῖ τῆς τοῦ Πνεύ-
ματος διδασκαλίας ἐσωφρόνιζεν, ὡς μηδ’ δνομα
πορνείας, ἦ τινος ἄλλης ἀκαθαρσίας ὲν τοῖς αὐτῷ
πλησιάζουσιν ἀκούεσθαι¹ ἀλλ’ ὥσπερ αὐτὸς τὴν
ἄμωμον ὁδὸν τοῦ Κυρίου ἀμώμως ἐπορεύετο, οὓτω
καὶ τὴν ἐκείνου νύμφην, ὡς ἀγαθὸς νυμφοστόλος, ἐν
ἀμώμῳ προσῆγε πολιτείᾳ. Περὶ δικαιοσύνης δὲ τί
χρὴ καὶ λέγειν; ἢν οὕτω στεῤῥῶς καὶ μεγαλοπρε-
πῶς ὁ μακάριος ἐνεδέδυτο, ὥστε καὶ μέμψιν δι’ αύ-
τὴν ὑπέχειν πολλάκις παρά τοῖς ἀδίκοις τοῦ δικαίου

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.