PG 105, col. 504

μόνον, ἀλλά καὶ ὲν ταῖς ἐκκλησιαστικαῖς πολὺ μᾶλ-
λον ἀμφισϐητήσεσι καὶ κρίσεσι, τὸ πρὸς ἀλήθειαν
Τδν Βάρδαν ἐκεῖνον οἷδ¹ ὅτι πάντες ἀκούετε, ὡς
[ἀλλ. ὃς] Θεοδώρας μὲν τῆς ἀγαθῆς βασιλίδος ἀδελ-
φὸς ἦν, οὐκ ἀγαθὸς δὲ, ἀλλὰ καὶ λίαν πικρὸς xui.
ἀπάνθρωπος · ὃν σπουδαῖον μὲν εῐναι καὶ δραστήριον
περὶ τὴν τῶν πολιτικῶν πραγμάτων μεταχείρισιν,
οὐδεὶς δὲ περὶ τὴν Ἐκκλησίαν χρηστὸν ἔφησε γενέ-
σθαι· τοῦτον τῇ ἰδίᾳ φασὶν οὕτως ἐπιμανῆναι νύμφῃ,
ὡς ἀνά πᾶσαν τοῦτο τὴν πόλιν περιϐομΰηῦῆναι· καὶ
οὐκ ἄχρι τῶν πολλῶν μόνον, ἀλλά καὶ μέχρις αὑτοῦ
τοῦ ἀρχιερέως τὴν πονηρὰν φήμην ἐλθεῖν. Τί οὖν
ὲκείνοςς Οὐ τὸ μέγεθος ηὑλαόήθη τοῦ προσώπου,
οὐδὲ συνεσκίασε τὸ ἀμπλάκημα τῇ σιωπῇ, ἀλλά καὶ
ἧλεγξε κατά τὴν ἐντολὴν, ἀλλὰ καὶ ἐπετίμησεν, ἀλλά
καὶ παρεκάλεσε φείσασθαί τε τῆς ιδίας ψυχῆς, καὶ τὺ
φρικτὸν τουτὶ μῦσος ἀποῤῥύψασθαι · 6 δὲ οὐ μόνον
οὐκ ἀπέσχετο τοῦ κακοῦ, ἀλλὰ καὶ ἐπὶ τῆς ἐκκλη-
σίας (ἑορτὴ δὲ τῶν ἁγίων Θεοφανίων ἦν) καὶ αὐτὸς
ἀναιδῶς προσῆλθε, τῶν θείων μεθέξων μυστηρίων.
Τί δὲό ἀρχιερεύς; ’Λποὸάλλεται τῆς κοινωνίας,
ἀνάξιον τοῦτον τῆς τοῦ Δεσποτικοῦ σώματος κρίνων
μεταλήψεως. Ὀ δὲ μαίνεται μανίᾳ πικρᾷ, καὶ κατὰ
τῆς ἰδίας ὀπλίζεται ψυχῆς ο ἀπειλεῖ τὸ οἰκεῖον ξίφος
τοῖς σπλάγχνοις τοῦ ίεράρχου καταχῶσαι· ὁ δὲ ἀντ-
απειλεῖ, τὸν δυνάμενον ἐκκαλούμενος ἐπιστρέψειν τὴν
ῥομφαίαν αὐτοῦ ἐπ’ αὐτόν. Αὕτη γίνεται σκανδάλων
ἀρχή ⁸ αὕτη πρώτη τῆς ἑκκλησιαστικῆς ἀκαταστα-
σίας ἀφορμή. Ἐντεῦθεν βαρὺν ἑαυτῷ χόλον καὶ
μῆνιν 6 831961; ἐκεῖνος ὲναποθέμενος κατά τοῦ Ἰγνα-
τίου, πάντα κάλων ἐκίνει, τὸ δὴ λεγόμενον, τῷ βα-
σιλεῖ τοῦτον διαϐαλεῖν. Πατρίκιος δὲ τότε καὶ τῶν
σχολῶν δομέστικος ὢν, ὃλην τοῦ Μιχαὴλ, ἅτε δὴ
θεῖος, εἰς ἑαυτὸν τὴν ἀρχὴν ὑπεποιεῖτο. Καί ποτε
προσεληλυθὼς τῷ μειρακίῳ καὶ λόγοις καταγοητεύων
ἀπατηλοῖς, Ἵνα τί, ἔλεγεν, ὧ δέσποτα, παραχωρεῖς
τὴν βασιλείαν τῇ μητρὶ καὶ ταῖς ἀδελφαῖςς μὴ γὰρ
ἔτι νήπιος εἷ; μὴ τὴν ἠλικίαν ἀτελής; Ἀλλ’ ίδοὺ,
φησὶν, ὲζεύχϐης καὶ γυναικὶ, καὶ ἤδη είς ἀνδρας τε·
λεῖς · ὀφείλεις καὶ φρόνημα λοιπὸν ἀναλαὸεῐν ἀνδρόςο
τὴν μητέρα δὲ καὶ τὰς ἀδελφὰς, τὸν πατριάρχην
μετακαλεσάμενος, ἀποκεῖραι πρόσταξον. Σὲ γὰρ βασι-
λεύειν μόνον λοιπὸν, καὶ τοὺς ἐκ σοῦ τεχθησομένους,
καὶ Θεῷ καὶ πᾶσιν ἡμῖν ἀρεστόν. Αὐτίκα τοίνυν ἐκεῖ·
νος τὸν τίμιον ἱεράρχην μεταπέμπεται· εὑρίπιστον
γὰρ ἡ νεότης, καὶ ῥᾳδίως ml; κεναῖς τῶν ἐλπίδων
μετεωριζόμενον. El δὲ. καὶ ἐξουσίας ὑπεροχὴ προσείη,
μείζων μὲν ἡ κουφότης, εἰς μείζω δὲ ἄνοιαν καὶ
πτῶσιν ὡς τὰ πολλὰ προχωρεῖ. Τότε τοίνυν ἀρχὴν
ταῖς κατ’ αὐτὸν ἀταξίαις καὶ ἀπαιδευσίαις , μᾶλλον
δὲ ἁσεὸείαις, 6 Μιχαὴλ καταϐαλλόμενος, Ταχὺ τὴν
ἐμὴν μητέρα καὶ τὰς ἀδελφὰς, πρὸς τὸν δίκαιον

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.