PG 105, col. 512

τούναντίον μὲν οὖν καὶ περιχαρῶς , ἢ ἀναιδῶς μᾶλ-
λον, κατησπάζετο, καὶ ὡς ἰδίας τῆς ἀλλοτρίας σαφῶς
ἀντεποιεῖτο, καὶ ἐν τῇ αἰσχύνῃ αὑτοῦ ἐγαυρία δοξα-
ζόμενος, καὶ ἐν τῇ ἀδικίᾳ αὐτοῦ ἐνευλογεῖτο, καὶ ἐν
ἐξ ταῖς ὅλαις ἡμέραις χερσὶν ἀνθρώπων τελειοὺμε-
νος, τῆς ἐπιθυμουμένης ἐπελαμϐάνετο καθέδρας · καὶ
ἦν ἀληθῶς ἐκεῖνον ὁρᾷν αὑθή με ρον ἅγιον πλαττόμενον,
κατὰ τὴν παροιμίαν. Πρώτῃ γὰρ ἡμέρᾳ μοναχδς ἀντὶ
λαῖκοῦ, τῇ δευτέρᾳ δὲ ἀναγνώστης, καὶ ὐποδιάκονος τῇ
ἑξῆς, εἶτα διάκονος, εἶτα πρεσσύτερος· ἔπειτα τῇ ἕκτῃ
(Χριστοῦ δὲ ἦν τὰ γενέθλια) καὶ αὐτὸς τῷ ἰερατικῷ
προσϐὰς θρόνῳ, τὴν εἰρήνην τῷ λαῷ προσεφώνει,
μηδὲν τῆς ἀληθινῆς εἰρήνης ἄξιον ἐννοούμενος
Ἦν δὲ αὺτῷ καθηγητὴς καὶ ῑεροτελεστὴς τὰ πάντα
Γρηγόριος ἐκεῖνος ὁ καλούμενος Ἀσϐεστᾶς, ὃν ποτε
καὶ Συρακούσης μὲν ἐπίσκοπον ἔφασαν γενέσθαι, ἐπ’
ἐγκλήμασι δέ τισιν εἰς τὺ Βυζάντιον κατηγορούμενον,
ἤδη δὲ καὶ ὑπὸ τῆς τῶν Ῥωμαίων Ἐκκλησίας ὡς
παρὰ κανόνας πράξαντα, καθῃρημένον. Ἰγνάτιος,
ἄρτι πρῶτον χειροτονεῖσθαι μέλλων, μὴ παρεῖναι
τοῦτον τῇ χειροτονίᾳ διεπέμψατο, ἄχρις οὗ τὰ κατ’
αὑτὸν, φησὶν, ἐπὶ σχολῆς ἀκριϐέστερον διαγνωσθῇ.
Τοῦτο ό πατριάρχης ἐν πρώτοις, οὐ καλῶς μὲν, ὥς
γε δοκοῦν τοῖς πολλοῖς, πέπραχε δ’ οὖν ὅμως ἐν δι-
καιοσὺνῃ.
Ἐντεῦθεν, ὢ τίς ἂν ἐξείποι τὴν ταραχὴν καὶ τὴν
σκοτόμαιναν; τίς τὴν ἀπὸ τοῦ μικροῦ ῥήματος φιλο.-
νεικίαν. καὶ έριν, καὶ μνησικακίαν τοῦ δεινοῦ ὲκεί-
νου Σικελοῦ παραστήσαι; Εὐθὺς γὰρ ἀκούσας, οὐκ
ἐφιλοσόφησε πρὸς τὴν ἀγγελίαν, οὺ τὴν ἰδίαν ὡς
φρόνιμος συνεκάλυψεν αἰσχύνην, τοὺς ἐπὶ χειροτονίᾳ
δὲ κηροὺς τῶν αὑτοῦ χειρῶν ἀπορρίψας, καὶ καταναι-
δευσάμενος, πάσης ἐνώπιον τῆς ἐκκλησίας ἐσχάτως
διελοιδορεϊτο τὸν ἀναίτιον, καὶ λύκον ἀντὶ ποιμένος
ἐπεισιέναι τῇ ἐκκλησίᾳ μανιωδῶς διισχυρίζετο· ᾧ
καὶ Πέτρος ὸ Σαρδέων, ό λεγόμενος Δείλαιος, πρὸς
δὲ καὶ ὁ Ἀπαμείας Εὑλάμπιος, καὶ ἄλλοι τινὲς τῶν
ἀσημοτέρων [ἀν. εὐσημοτέρων] εἵποντο κληρικῶν,
ἀλόγως τῆς Ἐκκλησίας ἀπορῤηγνύμενοι.
Ἐν ὅλοις μὲν οὖν ἕνδεκα χρόνοις τῆς πρώτης αὐτοῦ
ἱεραρχίας ό Ἰγνάτιος ἀποπειρώμενος, καὶ πᾶσαν μὲν
Ῑ) λόγων, πᾶσαν δὲ δωρεῶν προτεινόμενος φιλοτιμίαν,
οὐχ οἷός τε ἐγεγόνει τὴν τοῦ Ἀσδεστᾶ κακίαν κατα-
σϐέσαι. Διήρχετο πάσας οἰκίας τῶν δυναστῶν, μάτην
διαλοιδορούμενος καὶ διασύρων πικρῶς, καὶ μηδὲ
Χριστιανὸν ὀνομάζειν τὸν ἅγιον ό ἐναγὴς ἀξιῶν, μᾶ-
λιστα δὲ πάντων παρά Φωτίῳ καὶ τοῖς αὑτοῦ συγγε-
νέσι τιμώμενος. μέγας τις ἄνθρωπος τοῦ Θεοῦ χρη-
ματίζειν ὲπιστεύετο’ ὃθεν καὶ παρ’ αὐτοῦ πρώτου
χειροτονηθεὶς ό Φώτιος, ἐκ τῆς εἰς αὑτὸν πίστεως
ὅλην τοῦ ἀνδρὸς κατά τοῦ ἀναιτίου μανίαν ἐπεσπά-
σατο. Καὶ ὥσπερ εἰς αὐτὸ τοῦτο πατριάρχης προχει-Δ
ρισθεὶς, ἵνα πάσαις ἐπινοίαις, τρόποις πᾶσι, τδψ
ἀθῶον τιμωρήσηται, οὓτως ἠγωνίζετο, οὺ τῆς ἰερω-

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.