PG 105, col. 607

νως, ἀλλὰ τὸ ὲτερογενὲς παρίστησιν. Ἵππου γὰρ,
καὶ ἀνθρώπου, καὶ βοὸς τρεῖς λέγοντες φύσεις, οὑ τὸ
διῃρημένον αὐτῶν κατὰ τὸ ποσὸν, ἀλλὰ τδ παρηλ-
λαγμένον κατὰ τὸ εἶδος σημαίνομεν - τρεῖς δὲ ἀν-
θρώπους. εί τύχοι, Πέτρον, καὶ Παῦλον, καὶ Ἰωάνα
νην τὸ διῃρημένον αὐτῶν μᾶλλον, καὶ ὅτι τόσοι, οὗ
τοιοῦτοι δὲ, παριστῶμεν, Οὖτω καὶ ἐπὶ τῆς οἰκονο-
μίας δύο λέγοντες τὰς φύσεις, τὸ ἑτεροειδὲς αὐτῶν,
οὑ τὸ κεχωρισμένον δηλοῦμεν, ἐκϐάλλοντες δὲ αὑ-
τῶν, ιί καὶ μὴ εἷεν ἐνυπόστατοι, τὸν τῶν ὑποστά-
σεων ἀριθμὸν, εὖ μάλα εἰδότες, ὅτι οὐδ’ ἐπὶ τῶν
ὑποστάσει καὶ οὐσίᾳ κεχωρισμένων, οἷον τοῦδε τοῦ
ἵππου, καὶ τοῦδε τοῦ βοὸς ἡ φύσις, οὗ τὸ διῃρημένον,
ἀλλὰ τι διάφορον, ὥσπερ καὶ ὴ ὑπόστασις τὸ διῃρη-
μένον, ἧπουγε ἐπὶ τῶν μὴ καθ’ ἑαυτὰ ἐμφαινομέ-
νων, ἀλλὰ ἅμα τε καὶ ὲν ἀλλήλοις ὄντων μὲν καὶ
γινομένων, ἡ φύσις, οὐ τὸ κεχωρισμένον, ἀλλὰ τὺ
διάφορον δηλώσει, εῐτε ἐπὶ θεολογίας, εἴτε ἐπὶ τῆς
οἰκονομίας, εἴτε ἐπὶ παντὸς πράγματος. Καὶ ἄλλως,
ὅτι ει καὶ ἀριθμοῦμεν τὰς τοῦ Χριστοῦ δύο φύσεις,
δύο ταύτας λέγοντες, οὑκ εἰσάγομεν διαίρεσιν, ἐνερ-
γείᾳ τῶν φύσεων καὶ τῶν ἰδιοτήτων. Πᾶς γὰρ ἀρι-
θμὸς τῶν διαφερόντων ἐστί · καὶ⁸ ἀδύνατον ἀριθμεῖ-
σθαι τὰ κατὰ μηδὲν διαφέροντα, καθ’ ὃ δὲ διαφέρουσι,
κατὰ τοῦτο καὶ ἀριθμοῦνται· οἷον ὁ Πέτρος, ἦ ὁ Παῦ-
λος, καθ’ ὃ μὲν ἥνωνται, οὑκ ἀριθμοῦνται ν τῷ λόγῳ C
γὰρ τῆς οὐσίας ἡνωμένοι, δύο φύσεις οὐ δύναντιιι
λέγεσθαι, καθ’ ὑπόστασιν δὲ διαφέροντες, δύο ὑπο·
στάσεις λέγονται. Ὥστε ὁ ἀριθμὸς τῶν’διαφερόντων
ἐστὶ, καὶ ᾦ τρόπῳ διαφέρουσι τὰ διαφέροντα, τούτῳ ’
τῷ τρόπῳ καὶ ἀριθμοῦνται. Ἤνωνται μὲν αἱ τοῦ
Κυρίου φύσεις ἀτυγχύτως καθ’ ὑπόστασιν, διῄρηνται
δὲ ἁδιαιρέτως λόγῳ καὶ τρόπῳ τῆς διαφορᾶς. Καὶ
μὲν τρόπῳ ἤνωνται, οὐκ ἀριθμοῦνται· οὐ γὰρ καθ’
ὑπόστασιν δύο φαμὲν εἷναι τὰς φύσεις τοῦ Χριστοῦ.
⁷ῼ δὲ τρόπῳ ἀδιαιρέῖως διῄρηνται, ἀριθμοῦνται · δύο
γάρ εἰσιν αἱ φύσεις τοῦ Χριστοῦ λόγῳ καὶ τρόπῳ τῆς
διαφορᾶς, ἡνωμέναι μὲν καθ’ ὑπόστασιν, καὶ τὴν ἐν
ἀλλήλαις περιχώρησιν ἔχουσαι, ἁσυγχὺτως ῆνωνται,
τὴν οἰκείαν ἑκάστη φυσικὴν διαφορὰν διασώζουσαι.
Τῷ τρόπῳ τοιγαροῦν τῆς διαφορᾶς καὶ μόνον ἀριθμού-
μεναι ὑφ’ ἡμῶν, οὑ διαιροῦνται ἐνεργείᾳ καὶ ὑπάρ-
ξει, καὶ ὡς σὺ ὑπονοεῖς. Καὶ ἄλλως είς τὸ αὑτὸΞ ὄτι
οὐχὶ πᾶς ἀριθμὸς τῶν ίδιοσυστάτων πραγμάτων ἐστὶ
δηλωτικός ο καὶ τοῦτο δῆλον ἐντεῦθεν. Εἰ τι μὲν γὰρ
ίδιοσύστατὸν ἐστι. τοῦτο πάντως ὲν ἀριθμῷ τυγχάνει
δν· οὑ πᾶν δὲ τὸ ἐν ἀριθμῴ τυγχάνον, ίδιοσύστατον
ἂν εἴη. Τὰ γοῦν ἐν τοῖς συνθέτοις, ἵνα μὴ πολλὰ
λέγω, ἑνὸς ὄντα συμπληρωτικὰ, καὶ κατὰ μίαν συγ-
κείμενα τὴν συνέχειαν, ὅμως αὐτὰ μὲν ἐφ’ ἑαυτῶν
ἰδίαν ὓπαρξιν οὐκ ἔχει · ἑνὸς δὲ συμπὶηρωτικὰ γε-
νόμενα ὲν τῷ συλλόγῳ τὴν οἰκείαν ὓπαρξιν ἐπιδείκνυ-
ται. Ὥσπερ ἀμέλει τὸ ζῶον, τὸ λογικὸν, τὸ θνητὸν,
οὗ μὴν ἔτι γε καὶ καθ’ αὐτὰ ὑπάρχοντα ὁρᾶται,
ἀλλ’ ὲν τῷ ὅλῳ γε τῷ ἀνθριῖιπῳ, φημὶ, ne?) τὴν οὶ-

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.