PG 105, col. 612

τέρα, Δῃιουργός ἐστι τῶν ὅλων καὶ Κύριος. Μὴ
διὰ τοῦτο φεύγειν ἡμᾶς ἀκολουοον τὰς τοιαύτας
dua/tortae; Οὕτως καὶ ἐπὶ Νεστορίου, κᾶν λέγῃ
δύο φύσεις τὴν διαφορὰν σημαίνων τῆς σαρκὸς
καὶ τοῦ Θεοῦ Λόγου (ἑτέρα γὰρ ἡ τοῦ Λόγου φύ-
σις, καὶ ἑτέρα ἡ τῆς σαρκὸς), ἀλλ’ οὐκ ἔτι τὴν
ἕνωσιν ὁμολογεῖμεθήμῶν. Ἡμεῖς γὰρ ἑνώσαντες,
ἕνα Θεὸν οἴδαμεν, ἕνα Κύριον τὸν αὐτὸν ὁμολο-
γοῦμεν. Καὶ μετὰ βραχέα· οὐκοῦν οὺ τὸ εἰδέναι
τῶν φύσεων τὴν διαφορὰν όρᾷν, διατεμεῖν ἐστιν
εις δύο τὸν ἕνα Χριστόν. Kal. πρὸς Νεστόριον
αὐτὸς πάλιν λέγει· Παῦσαι διαιρεῖν τὰς φύσεις,
μετὰ τὴν ἕνωσιν δηλαδὴ, τῇ ἀπαλλοτριώσει , οὺ
τῇ ἀπαριθμήσει.
θ’. Ἐπειδὴ δὲ ἔσκωψας τὴν ἁγίαν τετάρτην σύν-
οδον, ὡς καινοφωνίαν ποιήσασαν, καὶ διὰ τοῦτο ὁμο-
φρονοῦσαν τῷ Νεστορίῳ · οὐχ ἁπλῶς δὲ τοῦτο ἀπρ
εφήνω, ἀλλὰ καὶ χρήσεις τοῦ τε ὲν ἁγίοις πάπα
Λέοντος ὲκ τῆς ἐπιστολῆς, δι’ ἦς ὲκυρῴοη ή τετάρτη
σύνοδος, καὶ ⁴ταύτης τῆς συνόδου πρὸς τὰ τοῦ Νε-
στορίου ὁμοιοτρόπως ἐχούσας προκεκόμικας, ὡς
ἐντεῦθεν συνάγων, ὅτι ἥ τε τοῦ πάπα Λέοντος ἑπι-
στολὴ. καὶ ὴ τετάρτη σύνοδος τῆς αὐτῆς ὁμολογίας
ἐστὶ τοῦ Νεστορίου· φέρε δὴ, καὶ αὐτὰς εὶς μέσον
οὲντες , ἐπισκεψώμεθα, εἰ οὕτως συνῳδὰ τῷ N5010-
α ρίῳ κατὰ διάνοιαν φθέγγοντξ, εῐγε καὶ pi). Ἔχουσι
δὲ αι χρήσεις κατὰ λέξιν ὦδε. Γράφει Νεστόριος
εἰς τὸ πρῶτον κεφάλαιον τοῦ διδασκαλικοῦ αὑτοῦ
λόγου οὕτως· Ἐγὼ ἀδιαλλάκτως τὰς δύο φύσεις
τοῦ Θεοῦ ὁμολογῶ, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ
ἀληθινοῦ, καὶ ἄνθρωπον τέλειον ἐξ vim) Δαυῖδ
καὶ Ἁϐραάμ. Γράφει δὲ ὲν τῇ ἐπιστολῇ αὑτοῦ οὗ·
τως· Θεὸν ὁμολογῶ κατὰ τὸ, Ἐν ἀρχῇ ό Λόγος ·
ἄνθρωπον ὁμολογῶ. ὅτι Ὀ Λόγος σὰρξ ἐγένετο,
καὶ ἐσκήνωσεν ὲν ἡμῖν. Ἐπισκεπτέον πρότερον
τὴν χρῆσιν Νεστορώυ, εἰ ὀρθοτόμως ἔχει, ἦ οὗ. Τὸ
μὲν οὖν λέγειν, ὅτι Δύο φύσεις τοῦ Λόγου ἁπολύτως
ὁμολογῶ, καὶ μὴ διορίσασθαι μετὰ τὴν σάρχωσιν,
οὐκ ὀρθῶς εἰρῆσθαι δοκεῖ. Ἐπειδὴ 6 dilato; Υἱὸς καὶ
Λόγος τοῦ Θεοῦ πρὸ τῆς ὲνσάρκου οἰκονομίας μιᾶς
φύσεως τῆς θεῐκῆς μόνης ἦν, μετὰ δὲ τὴν ἑνανϐρώ-
πησιν προσελάϐετο καὶ τὴν ἡμετέραν, οὐκ ἔδει αὺ-
τὸν ὰπολύτως εἰπεῖν, τοῦ Λόγου, μὴ προσδιορισά-
μενον μετὰ τὴν σάρκωσιν, ἦτοι ἐνανθρώπησιν. Εἰ δ’
αὖ πάλιν δύο λέγων ἀδιαλλάκτους, καὶ νοῶν μετὰ
τὴν ὲνανθρώπησιν, εἰ μὲν τὴν ἕνωσιν ὡμολόγει, οὐ
σχετικήν φημι, ἀλλὰ τὴν καθ’ ὑπόστασιν καὶ οὐσιὼ-
δη, ἦγουν ἐν τῷ svi. Χριστῷ θεωρεῖσθαι, καὶ τδν
αὑτὸν ἕνα Χριστὸν καὶ Κύριον καὶ Θεὸν ἔλεγε,
Θεὸν ἀληθινὸν ὲκ Θεοῦ ἀληθινοῦ, καὶ ἄνθρωπον τὸν
αὑτὸν χρηματίσαντα τέλειον ὡς ἐξ ἀνθρώπου τῆς
Παρθένου καὶ υἱὸν Δαυῒδ καὶ Ἀδραὰμ γεγονότα,
καθὰ τὰ Λόγια μαρτυρεῖ, τάχα ἂν ἐντὸς ἦν τῆς ἀλη-
θείας. Ἐπεὶ δὲ δύο φύσεις ὁμολογῶν τοῦ Λόγου,
ταύτας οὐ καθ’ ὑπόστασιν ἡνῶσθαι ἔλεγεν ὲην τῷ

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.