PG 105, col. 932

.-
στεῖλαι είς Ῥώμην τὸν Ἰωσὴφ, μηνύσοντα τοῖς
ὲκεῖσε τὸ συμϐάν. Καὶ ὁ μὲν ἐξέπλει ⁸ πλοῖα δὲ ἐπιδ
στάντα βαρϐαρικὰ δεσμώτην είς Κρήτην ἀπήγαγον
Ἐν μιᾷ δὲ τῶν νυκτῶν ἐπιστὰς αὖτῷ τις ἱεροπρεπὴς
τὴν ἰδέαν, Ἐκ Μύρων ἐνταῦθα πάρειμι, ἔφη · καὶ-
βιϐλίον κρατῶν, διεκελεύετο λαϐεῖν. Ὁ δὲ λαδὼν,
ἀνεγίνωσκε καὶ ἔψαλλε· Τάχυνον, ὁ οἰκτίρμων, καὶ
σπεῦσον ὡς ὲλεήμων εἰς τὴν βοήθειαν ἡμῶν, ὅτι
δύνασαι βουλόμενος. Καὶ τὸ ᾀδόμενον, ἔργον πρωῖις
ἐγένετο. Τότε γὰρ τοῦ τῆς σίρέσεως προμάχου
Θεοφίλου ἐξ ἡμῶν γενομένου, ἡ τοῦ Θεοῦ Ἐκκλη-
σία τῶν σεπτῶν είκονισμάτων ἀπείληφε τὴν εὐπρέ-
πειαν· καὶ ὁ τίμιος Ἰωσὴφ, ἐλευθερωθεὶς τῆς είρκτῆς
πρὸς τὴν Κωνσταντινοὺπολιν διεσώζετο. Ἐν δὲ τοῖς
ὁρίοις τῆς Θεσσαλονίκης γενόμενος, λείψανον εὑρὼν
Β τοῦ ἁγίου ἀποστόλου Ἀνδρείου [ἐν ἄλλοις Συνιιειι·
ρίοις λέγεται, τοῦ Βαρθολομαίου λείψανονῘ, ἐλαϐεν,
καὶ ναὸν ἐπ’ ὀνόματι τούτου ἐδομήσατο· καὶ ἒν ερον.
τίδι πλείονι καθεστήκει, μελῳδήμισι τὰς αὐτοῦ παι
νηγύρεις κατακοσμήσας, σὺν δάκρυσι καὶ στεναγμο ς
ἠξίου τοῦ ποθουμένου τυχεῖν · τοιγαροῦν καὶ ἐπ-
έτυχεν. Ὁρᾷ γὰρ νύκτωρ ἄνδρα τινὰ φοϐερὸν, ὲν
ἀποστολικῴ τῷ σχήματι, ἀπὸ τῆς ίερίς τραπέζῃ
Εὑαγγέλιον ἀράμενον, καὶ τοῖς στέρνοις αὐτοῦ ἐπ -
θέντα. καὶ εὐλογίας αὐτὸν ἀξιώταντα. Καὶ ὲκ τότε
ἔλασε τὺ χάρισμα τῆς ὑμνῳδίας ν καὶ οὕτως ἀπόνως
καὶ μετ’ εὐκολίας τὰς ίερὰς ὑμνῳδίας δι’ ἃπασαν τὴν
Ἐκκλησίαν ἐφώτισεν ὲν ὕμνοις· ἐντεῦθεν τοῖς
ἁπάντων στόμασι ᾄδεται, καὶ πᾶσι ποθεινὸς καὶ ἑπ-
έρσιστος, οὐ μόνον ἰδιώταις καὶ ἄρχουσιν, ’ἀλλά καὶ
αὐτοῖς βασιλεῦσι γίνεται.
Καὶ πολλὰ ἐπὶ τῆς ὀρθοδόξου περὶ τῶν εἰκόνων
πίστεως ἀγωνιζόμενος ἐξωρίσθη είς Χερσῶνα, παρά
τοῦ δυσσεϐοῦς Ἀρμενίου [imo Θεοφίλου], ὑπὸ Βάρδα
τοῦνομα καταδικασθεὶς, καλῶς γε τοῦτον διελεγξά-
μενος. Καὶ μετά τὴν τελευτὴν αὑτοῦ ἀναρῤυσθεὶς ἐκ
Χερσὼνος, παρὰ τῆς βασιλίδος Θεοδὼρας, τῆς ποιη-
σάσης τὴν ὀρθοδοξίαν, καὶ τῶν ιερῶν σκευῶν τῆς
τοῦ Θεοῦ Μεγάλης ἐκκλησίας φύλαξ γενόμενος,
’ἰγνατίου πατριαρχοῦντος τοῦ θείου. Οὗ μετὰ τὴν
ἐκδημίαν, παρὰ Φωτίου στέργεται καὶ ὲκθειάζεταιο
οὗτος γὰρ μετὰ τοῦτον πατριάρχης ἀναδείκνυται.
Ἐν τούτοις καλῶς διαρκέσας, καὶ ὁσίως καὶ ἀκάκως

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.