PG 105, col. 944

μίμησιν. οὐ γὰρ ὡς κόσμῳ ζῶντες, καὶ σαρκὶ δου-
λεύοντες, καὶ τῷ κοινῷ τῆς φύσεως νόμῳ ὑπηρετού-
μενοι πρὸς ἡδονὰς ἐώρων, καὶ τδ τρυφηλδν κατεδίω-
κον · ἀλλὰ τοῖς ἀναγκαίοις μόνοις ἀρκούμενοι , καὶ
ὅσοις τὺ σῶμα συνίσταται τῆς ήμῶν ταπεινότητος, τά
περιττά πενήτων χερσὶν ἐχαρίζοντο· ἵνα μὴ τοῖς
περιττοῖς αὐτοὶ ήδυνόμενοι, οὐκ ἔχοιεν κοινωνὸν τὸν
Θεόν· ὃς αὐτοὺς τῆς πρὸς αὐτὸν ἀγάπης καὶ τοῦ
ζέοντος ἀμειϐόμενος ἔρωτος, τὶν κλεινὸν Ἰωσὴφ, ἀντὶ
πάσης ἄλλης ἀμοιϐῆς, ἐχαρίσατο· Ἰωσὴφ όν oi τε-
κόντες, καὶ ταῦτα βίον τοιαύτῃ ώραιότητι λαμπρυ-
νόμενοι , μέγα τι κατορθοῦν ἐλογίζοντο, εί ποσῶς
ἀπομιμεῖσθαι δυνήσονται.
ε’. Οὐ γὰρ κατὰ παῖδας αὐτῷ τὰ τῆς πρώτης τρι·
χδς οὔτε μὴν κατὰ μείρακας πρὸς τὰ μικρὰ ταῦτα
καὶ ῥέοντα ὴ ῥοπή · ἀλλ’ ἦν ἐκείνῳ, παιδὶ μὲν ἔτι
ὑπάρχοντι, σεμνόν τι καὶ οὐ κατὰ παιδίον τὺ κίνημα’
γλῶσσα δὲ, βραχύ τι ὑποψελλίζουσα, τά κατὰ Θεὸν ί
ὲδιδάσκετο λόγια. Ἐπεὶ ,δὲ καὶ εἰς μείρακας ό γη-
ραιὸς τὸν νοῦν, καὶ τὴν φρόνησιν ἁπαράμιλλος, ὲν-
εγράφετο, τούτου τὸ σῶφρον ὑπεδεικνύετο , καὶ τὸ
ἀνδρεῖον τδ πρὸς τὰ πάθη διέλαμπε , καὶὴ γνῶσις
καθαρῶς τοῖς ὁμιλοῦσιν ἀνεγνωρίζετο. Τὰ γὰρ ἑγ-
κύκλια μετιὼν ό Θαυμάσιος, φύσεως χάριτι καὶ σπου-
δῆς εὐτονότητι πάντας ὼρᾶτο νικῶν πήχει, κατὰ
τὴν παροιμίαν, βασιλικῷ· καὶ μάλα εἰκότως· οὺ γὰρ
λόγων εποιεῖτο μόνην ἐπίδοσιν, ἀλλὰ πρὺ τούτων
ἀρετῆς ἐπεμελεῖτο πολυειδοῦς, ἐξ ἧς αὐτῷ καὶ τά
πρὸς τὸν λόγον ἐγίνετο εὔοδα. '0 γάρ ἄρτος ἑσπέραν
ἐκείνῳ μόνος ἐπλήρου τὴν ὲπιτραπέζιον ἡδονὴν, καὶ
τὸ ὕδωρ τὴν πόσιν, διδ καὶ τὰ περὶ τοὺς λόγους
ἐπλούτησε· ψυχὴ γάρ ἐθισθεῖσα λόγοις σχολάζειν καὶ
προσευχαῖς, ὡς ἂν ἐν ἀμφοῖν τό τε νοερὸν διαλάμποι
καὶ τὸ ἐφόλκιον τοῦδε τοῦ σώματος καταδεσμούμενον
καὶ τηκόμενον , οὐκ εὐχερῶς ἔχοι τὸ πρὸς τά πάθη
εὐόλισθον, ὅλη δὲ φέρεται πρὸς Θεὸν, καὶ τῷ ἐκείνου
κιρνωμὲνη ἔρωτι θείῳ, ξυρόν ἐστιν, εἰς ἀκοὴν τῶν
μαθημάτων ἀντεχομένη καλῶς.
ς’. Ἀλλ’ εἷχε μὲν οὕτω γνώσεως ό γενναῖος” εἴχετο
δὲ πλέον τῆς φερούσης πρὸς τὸν Θεὸν, οὐ μὴν ἀν-
επηρέαστος αὺτῷ καὶ ό βίος μέχρι πολλοῦ, ιπεὶ καὶ
ταῖς μεγάλαις ψυχαῖς ἀπὸ πρώτης γραμμῆς ἐπι-ί
φύεταί πως τά σκυθρωπά. Ἀμέλει καὶ πλῆθος
μιγάδων βαρϐάρων τὴν πατρίδα περικυκλῶσαν, καὶ
αὐτὴν ὑφ’ ἑαυτοὺς ποιησάμενοι, τί τῶν δεινῶν ἐν αὺ-
τῇ οὒκ εἰργάσαντο ; ποίαν δὲ Ἰλιάδα συμφορῶν τὰ ὲν
αὐτῇ παρ’ αὐτῶν οὐκ άπέκρυψανς οι μὲν γὰρ
ἡϐηδὸν ἀνῃροῦντο, οί δὲ ἀθλίως τῶν καιρίων ὑπέμε-
νον στέρησιν, οἱ δὲ κατεδουλοῦντο καὶ εις ἀλλοτρίας
ιφέροντο, οί δὲ, ὅσοις ἄρα φιλάνθρωπον ἐπέϐλεψεν ὁ

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.