PG 11, col. 441

κατηρτισμένην καὶπερὶ τὴν αὐτῶν αἰτίαν ἐχόντων,
. καὶ τοιούτῳ σώματι αἰθερίῳ καὶ καθαρωτάτῳ χρω-
μένων.
Ἔτι δέ οὐκ ἄλογον καὶ τοιούτῳ τινὶ παραδείγματι
χρήσασθαι πρὸς τὸ προτρέψασθαι ἐπὶ τὸ εὖξασθαι
καὶ ἀποτρέψασθαι τοῦ ἀμελεῖν τὴν εὐχήν (71).
Ὥσπερ οὐκ ἐστι παιδοποιήσασθαι χωρὶς γυναικὸς καὶ
τῆς είς παιδοποιίαν χρησίμου παραλαμϐανομένης
ἐνεργείας· οὕτως τῶνδε τινῶν οὐκ ἄν τις τύχοι μὴ
οὕτως εὐξάμενος, μετὰ διαθέσεως τοιᾶσδε, πιστεύων
οὓτως, οὐ πρὸ τῆς εὐχῆς τόνδε βιώσας τὸν τρόπον.
Οὐ βαττολογητέον οὖν, οὐδέ μικρά αἰτητέον, οὐδέ
περὶ ἐπιγείων προσευκτέον, οὐδέ μετά ὀργῆς καὶ
τεταραγμένων λογισμῶν ἐπὶ τὴν προσευχὴν ἐλθετέον·
ἀλλ’ οὐδὲ χωρὶς καθαρεύσεως ἐστιν ἐπινοῆσαι γινομέ-
νην τῇ προσευχῇ σχολήν⁸ ἀλλ’ οὐδὲ ἀφέσεως ἁμαρ-
τημάτων οἷόν τε τυχεῖν τὸν εὐχόμενον, μὴ ἀπὺ τῆς
καρδίας ἀφιέντα τῷ πεπλημμεληκὸτι καὶ συγγνώμης
τυχεῖν ἀξιοῦντι ἀδελφῷ. Ὠφέλειαν δὲ ἐγγίνεσθαι τῷ
ὃν δεῖ τρόπον εὐχομένῳ, ἢ ἐπὶ τοῦτο κατὰ τὸ δυνατὸν
ἐπειγομένῳ, πολλαχῶς ἡγοῦμαι συμϐαίνειν. Καὶ
πρῶτόν γε πάντως ῶνατό τι ὁ πρὸς τὸ εὔξασθαι (72)
ταθεὶς κατά τὸν νοῦν, δι’ αὐτῆς τῆς ἐν τῷ εὔχεσθαι
καταστάσεως Θεῷ παρεστάναι ἐαυτὸν καὶ ἐκείνῳ
λέγειν σχηματίσας, ὡς ἐφορῶντι καὶ παρόντι· ὥσπερ
γὰρ αἱ τοιαίδε φαντασίαι καὶ ὑπομνήσεις, τῶνδέ τι-
νων περὶ¹ τὰ ὧν γεγόνασιν αἱ ὑπομνήσεις, μολύνουσι
τοὺς λογισμοὺς τοὺς ἐν ταῖσδε ταῖς φαντασίαις γεγε-
νημένους⁸ τὸν αὐτὸν τρόπον πειστέον, ὀνησιφόρον
εἶναι μνήμην πεπιστευμένου (75) τοῦ Θεοῦ, καὶ κα-
τανοοῦντος τὰ ἐν τῷ ἀδύτῳ τῆς ψυχῆς κινήματα’
ῥυθμιζούσης ἑαυτὴν ἀρέσκειν ὡς παρόντι καὶ ἐπο-
πτεύοντι καλ⁴ φθάνοντι ἐπὶ πάντα νοῦν, τῷ ἐτάζοντι
καρδίας καὶ ἐρευνῶντι νεφρούς. ’Ἱνα γὰρ καθ’ ὑπό..
θεσιν μηδεμία ἔτι παρὰ ταύτην ὠφέλεια γένηται τῷ
καταστήσαντι αὐτοῦ τὸν λογισμὸν είς τὸ εὔχεσθαι, οὐ
τὸ τυχὸν ἐννοητέον λαϐεῖν τὸν οὕτως εὐλαϐῶς ἑαυτὸν
ρυθμίσαντα ἐν τῷ τῆς εὐχῆς καιρῷ. Τοῦτο δέ γινό-
μενον πολλάκις ὅσων ἀφίστησιν ἁμαρτημάτων, καὶ
ἐφ’ ὅσα φέρει τῶν κατορθωμάτων, -ἵσασι τῇ πείρᾳ. οἱ
συνεχέστερον τῷ εὔχεσθαι ἑαυτοὺς ἐπιδεδωκότες. Εἰ
γὰρ ὑπόμνησις καὶ ἀναπόλησις ἐλλογίμου ἀνδρὸς
καὶ ὠφελημένου ἐν σοφίᾳ, ἐπὶ ζῆλον ἡμᾶς αὐτοῦ προ-
καλεῖται, καὶ πολλάκις ἐμποδίζει ὁρμάς τὰς ἐπὶ τὸ χεῖροψ πόσῳ πλέον Θεοῦ τοῦ τῶν ὅλων Πατρδς ὑπό-
μνησις μετὰ τῆς πρὸς αὐτὸν εὐχῆς ὀνίνησι τοὺς πείσαντας ἑαυτοὺς, ὅτι παρόντι καὶ ἀκούοντι παρεστή-
κασι καὶ λέγουσι Θεῷ.
Κατασκευαστέον δέ ἀπὸ τῶν θείων Γραφῶν τὰ εί-
ρημένα, τοῦτον τὸν τρόπον· ἐπαίρειν δεῖ ὁσίας (74)
χεῖρας τὸν εὐχόμενον, διὰ τοῦ ἀφιέναι ἑκάστῳ τῶν
(Ἰολᾜκαστον τῶινλτοιαύτην. Idem legit, ἐκά-
ore! αὐτῶν τοιαύτην. Paulo post lego, καὶ παρὰ την
αὐτῶν αἰτίαν.
ἓΉζ Τὴν εὐχή-ν. Idem legit, τῆς εὐχῆς.
7‘2 Πρὸς τὸ εὔξασθαι. Legitlientleiu
7⁶2) Πρὸς τόί εὔξασθαι. Legit lietttleius, πρὸς τῷ

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.