PG 11, col. 577

μέτρῳ καὶ ἀρνησάμενός με, τὸ ἀνάλογον τῷ μέτρῳ
τῆς ἀρνήσεως ἀπολήψῃ μέτρον τῆς ἀπ’ ἐμοῦ περὶ σοῦ
ἀρνήσεως.
Πῶς δὲ πληροῦται μέτρον ὁμολογίας, ἢ ού πλη-
ροῦται, ἀλλ’ ἐλλείπει, οὕτως ἂν θεωρήσωμεν. Εἰ
παρ’ ὅλον τὸν τῆς ἐξετάσεως καὶ τοῦ πειρασμοῦ
χρόνον, μὴ διδῶμεν τόπον τῷ διαϐόλῳ ἐν ταῖς καρ-
δίαις ήμῶν, μολύνειν ἡμᾶς διαλογισμοῖς πονηροῖς
θέλοντι ἀρνήσεως, ἢ διψυχίας, ἦ τινος πιθανότητος
προκαλουμένης ἐπὶ τά ἐχθρά τῷ μαρτυρίῳ καὶ τῇ
⁴ τελειότητιο καὶ πρὸς τούτῳ εἰ μηδὲ λόγῳ ἀλλοτρίῳ
τῆς ὁμολογίας ἑαυτοὺς μιαίνοιμεν (75), καὶ εί πάντα
φέροιμεν τὸν ἀπὸ τῶν ἐναντίων ὀνειδισμὸν, καὶ
χλεύην, καὶ γέλωτα, καὶ δυσφημίαν, καὶ ἔλεον ὃν
δοκοῦσιν ἡμᾶς ἐλεεῖν, πεπλανημένους καὶ μωροὺς
ὑπολαμϐάνοντες, καὶ ὲσφαλμένους ἀποκαλοῦντες⁸
ἔτι δέ, εὶ μὴ περιελκοίμεθα περισπώμενοι καὶ ὑπὸ
τῆς περὶ τὰ τέκνα, ἢ τὴν τούτων μητέρα, ἦ τινα
τῶν νομιζομένων εἶναι ἐν τῷ βίῳ φιλτάτων φιλοστορ-
γίας, πρὸς τὴν κτῆσιν ἢ πρὸς τὸ ζῇν τοῦτο , ἀλλ’
ὅλα ταῦτα ἀποστραφέντες, ὅλοι γενοίμεθα τοῦ Θεοῦ,
καὶ τῆς μετ’ αὑτοῦ καὶ παρ’ αὐτῷ ζωῆς, ὼς κοινω-
νήσοντες τῷ Μονογενεῖ αὐτοῦ καὶ τοῖς μετόχοις αὑτοῦ ·
τότ’ ἂν εἴποιμεν, ὅτι ἐπληρώσαμεν τὸ μέτρον τῆς
ὁμολογίας ⁸ εἰ δὲ, κᾶν ἐνί τινι λείποιμεν, οὐκ ἐπλη-
ρὼσάμεν, ἀλλ’ ἐμολύναμεν τὸ τῆς ὁμολογίας μέτρον.
Διὸ δεησόμεθα, ὧν δέονται οἱ ἐποικοδομήσαντες ι τῷ C
θεμελίῳ ξύλα ἥ χόρτον ἢ καλάμην. ι
supersedilicaverunt ι super fundamentum ligna,aut,fenum, aut stipulam ιθ. ι
Καὶ τοῦτο δέ ἡμᾶς ειδέναι χρὴ, ὄτι τὰς καλουμέ-
νας τοῦ Θεοῦ διαθήκας ἐπὶ συνθήκαις παρεδεξάμεθα -
αἷς πρὸς αὐτὸν ἐποιησάμεθα, ἁναδεχόμενοι τὸ κατά
Χριστιανισμὸν βιοῦν · καὶ ἐν ταῖς πρὸς Θεὸν συνθή-
καις ἡμῶν ἦν πᾶσα ή κατὰ τὸ Εὐαγγέλιον πολιτεία,
λέγον · ι Ei’ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀρνησάσθω
ἑαυτὸν, καὶ ἀράτω τὸν σταυρὸν αὑτοῦ, καὶ ἀκολου-
θείτω μοι. Ὃς γὰρ ἂν θέλῃ τὴν ψυχὴν αὑτοῦ σῶσαι,
ἀπολέσει αὐτήν. ⁸ος δ’ ἂν ἀπολέσῃ αὑτοῦ τὴν ψυχὴν
ἕνεκεν ἐμοῦ, οὗτος σώσει αὐτήν. Τί γὰρ ὠφεληθήσε-
ται ἄνθρωπος, ὃς ἐὰν τὸν κόσμον ὅλον κερδήσῃ (76),
τὴν δέ ψυχὴν αὑτοῦ ζημιωθῇ; ἢ τί δώσει ἄνθρωπος
ἀντάλλαγμα τῆς ψυχῆς αὑτοῦ; μέλλει γὰρ ὁ Υἱὸς
τοῦ ἀνθρώπου ἔρχεσθαι ὲν τῇ δόξῃ τοῦ [ἰατρὸς αὑτοῦ
μετά τῶν ἀγγέλων αὐτοῦ ’ καὶ τότε ἀποδώσει ἑκάστῳ
κατά τὴν πρᾶξιν αὑτοῦ. ι Τὸ δὲ δεῖν ἀρνεῖσθαι ἐαυ-
τὸν, καὶ αἴρειν τὸν ἑαυτοῦ σταυρὸν, καὶ τῷ Ἰησοῦ
ἀκολουθεῖν, ού μόνος Ματθαῖος, οὗ τήν λέξιν παρεθέ-
μεθα, ἀνέγραψεν, ἀλλά καὶ Λουκᾶς, καὶ Μάρκος.
Ἄκουε γὰρ Λουκᾶ λέγοντος ° ι Εί τις θέλει ὀπίσω
μου ἔρχεσθαι, ἀρνησάσθω ἐαυτὸν, καὶ ἀράτω τὸν
σταυρὸν αὑτοῦ, καὶ ἀκολουθείτω μοι. Ὃς γὰρ ἂν
⁸³ Matth. vn, 2. ¹⁶ l Cor. ιιι, 12.
(75) Μιαίνοιμεν. Ms. codex, μαίνομεν, male.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.