PG 11, col. 589

καὶ νοοῦντες τὰς ἔξω τοῦ βίου ὁδοὺς, τῷ Θεῷ φαμεν,
ὅτι ι Ἐξέκλινας τὰς τρίϐους ἡμῶν ἀπὸ τῆς όδοῦ σου. 3
Ἀναμιμνήσκεσθαι δεῖ, ὃτι τόπος κακώσεως ἐστι τῆς
ψυχῆς τὸ χωρίον τοῦτο, ὲν ᾧ τεταπεινώμεθα, ἵν’ εὑ-
χὸμενοι λέγωμεν, ὅτι ι Ἐταπείνωσας ἡμᾶς ἐν τόπῳ
κακώσεως, καὶ ἐπεκάλυψεν ἡμᾶς σκιά Θανάτου. ι
Θαρροῦντες δὲ λέγωμεν καὶ τόο ι Ei ἐπελαϐόμεθα
τοῦ ὀνόματος τοῦ Θεοῦ ἡμῶν, καὶ εί διεπετάσαμεν
χεῖρας ήμῶν πρὸς θεὸν ἀλλότριον, οὐχὶ ό Θεὸς ἐκζη-
τήσει ταῦτα; ι
Μὴ τὸ ἐν φανερῷ δὲ μόνον (94) μαρτύριον, ἀλλὰ
καὶ⁵ τὸ ἐν κρυπτῷ τελείως ἀναλαϐεῖν ἀγωνισώμεθα,
τνα καὶ αὑτοὶ ἁποστολικῶς φθεγξώμεθαο ι Τοῦτο γάρ
ἐστι τὸ καύχημα ἡμῶν τὸ μαρτύριον τῆς συνειδή-
σεως, ὅτι ὲν ἁγιότητι καὶ εἰλικρινείᾳ Θεοῦ ἀνεστρά-
φη μεν ὲν τῷ κόσμῳ. ι Συνάπτωμεν δὲ τῷ ἀποστολικῷ
τὸ προφητικὸν τό· ι Αὐτὸς δὲ γινώσκει τὰ κρύφια τῆς
καρδίας ’ ι καὶ μάλιστα ἐὰν τὴν ἐπὶ θανάτῳ ἀπαγώ-
μεθα, ὅτε φήσομεν τὸ ὑπὸ μόνων μαρτύρων λεγόμε-
νον τῷ Θεῷ · ι Ὅτι ἕνεκά σου θανατούμεθα ὅλην τὴν
ἡμέραν, ἐλογίσθημεν ὡς πρόϐατα σφαγῆς, ι Ἐἀν δέ
ποτε ἀπὺ τοῦ φρονήματος τῆς σαρκὸς ὑποϐάλληται
ἡμῖν φόϐος τῶν ἀπειλούντων ἡμῖν θάνατον δικαστῶν,
τότε εἴπωμεν αὐτοῖς (94⁸) τὸ ἀπὸ τῶν Παροιμιῶν· ι re,
τίμα τὸν Κύριον, καὶ ἰσχύσεις· πλὴν δὲ αὐτοῦ μὴ φο-
ϐοῦ ἄλλον. ι
keil. τοῦτο δὲ πρὸς τὰ προκείμενα ἐστι χρήσιμον.
Φησὶν ὲν τῷ Ἐκκλησιαστῇ Σολομῶν· ι Ἐπῄνεσα
ὲγὼ πάντας τοὺς τεθνηκότας ὑπὲρ τοὺς ζῶντας, ὅσοι
αὑτοὶ ζῶσιν ἕως τοῦ νῦν. ι Τίς δ’ ἂν οὕτως εὐλόγως
ἐπαινοῖτο τεθνηκὼς, ὡς ὁ αὑ τοπροαιρέτως τὸν θάνα-
τον ὑπὲρ εὐσεϐείας ἀναδεξάμενος; Ὀποῖος ἦν Ἐλεά-
ζαρος, ι τὸν μετ’ εὐκλείας θάνατον μᾶλλον ἢ τὸν
μετὰ μύσους βίον ἀναδεξάμενος, καὶ αὑτοπροαιρέτως
ἐπὶ τὸ τύμπανον προάγων· ι ὅστις, ‹ λογισμὸν ἀστεῖον
ἀναλαϐὼν, ἀξιον τῆς ὲννενηκονταετοῦς αὑτοῦ ἡλικίας
καὶ τῆς τοῦ γήρως ὑπεροχῆς, καὶ τῆς ἐπιφανοῦς πο-
λιᾶς, καὶ τῆς ἐκ παιδὸς καλλίστης ἀνατροφῆς, μᾶλλον
δὲ τῆς ἁγίας καὶ θεοκτίστου νομοθεσίας, εἶπεν, ὅτι·
Οὑκ ἔστι τῆς ὴμέτερας ἡλικίας ἄξιον ὑποκριθῆναι,
ἵνα πολλοὶ⁸ τῶν νέων, ὑπολαμϐάνοντες Ἐλεάζαρον τὸν
ὲννενηκονταετῆ μεταϐεϐηκέναι είς ἀλλοφυλισμὸν, καὶ
αὐτοὶ διὰ τὴν ἐμὴν ὑπόκρισιν, καὶ διὰ τὸ μικρὸν καὶ
ἀκαριαῖον ζῇν, πλανηθῶσι δι’ ἐμὲ, καὶ μῦσος, καὶ
κηλίδα τοῦ γήρως κατακτήσομαιο εί γὰρ καὶ ἐπὶ τοῦ
παρόντος ἐκφύγω τὴν ἐξ ἀνθρώπων τιμωρίαν, ἀλλά
τὰς τοῦ Παντοκράτορος χεῖρας οὔτε ζῶν, οὔτε θανὼν
φεύξομαι. Διόπερ, ἀνδρείως νῦν μεταλλάξας τὸν βίον, .
,τοῦ μὲν γήρως ἄξιος φανήσομαι, τοῖς δὲ νέοις ὑπό-
δειγμα γενναῖον καταλελοιπὼς (95) εἰς, τὸ προθύ-
⁸⁸· Psal. XLIIII, δῖ Ibid. fl“ Ibid. l9. "° Ibid.
⁵³ Prov. vn, 2. "' Eccle. IV, 2.
(94) Δὲ μόνον. Ms. codex mendose habet, δαιμό-
θνωίθϊὶ Forte legendum αὐτοῖς» Ui sensus Si“ ’ω’

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.