PG 114, col. 472

πον τοῖς τοῦ εἶναι αἰτίοις, πῶς οὐχὶ μᾶλλον οὗτος
καί ὑπερέϐαλεν, α’ίτιος τοῦ εὖ εἶναι μητρὶ γενό-
μενος ς
γ’. Ἐκ τοιούτων οὖν προελθὼν ἐκεῖνος, καὶ εὖγε-
νὲς φυτὸν καὶ μακάριον, τρέφεταί τε φιλευσεϐῶς καὶ
αὔξεται τὴν σωματικὴν ἅμα καὶ τὴν πνευματικήν
ἡλικίαν, καὶ ὥσπερ ἔδει πάντως τὸν τοιοῦτον μὲν
φύντα, τοιοῦτον δὲ ἄρα καὶ ἁποϐησεσθαι μέλλοντα.
’Ἤδη δὲ φρονούσης ἁπτόμενος ἡλικίας, εὐθὺς δῆλος
κατέστη, ποῦ καὶ τίσιν ἐκεῖνος τὴν τῆς ψυχῆς ῥο-
πὴν δίδωσιν, οὗ χρημάτων ἐραστὴς³ οὔ σωμάτων ἃ
ἢ
μὴ εὐγενοῦς ἐστιν, μηδὲ καλῶς ἀνοιγομένης νεότη-
τος σκιρτήματα καὶ βλαστήματα, ὥσπερ πώλου μὴ
πρὸς χαλινὸν ἂσκηθέντος, καὶ γῆς γεωργικῶν χει-
ρῶν καί πόνων οὔ τυγχανούσης· ἀλλὰ ἔρωτα φιλο-
σόφου ζωῆς ὡδυνήσας, καὶ τόπους ἁγίους ἐπιθυμή-
σας ἰδεῖν, ἐν οἷς ὁ πάντων δημιουργὸς καὶ Θεὸς τὰ
παντὸς κόσμου σωτήρια ὑπέμεινε πάθη, αὒτὰ δὴ
ταῦτα τὰ Χριστοῦ πάθη δκισωπηθεὶς, εἴπερ αὖτὸς
ἐκεῖνα περὶ ἐλαχίστου θείη πόνου σωματικοῦ, ὥστε
μὴ τόπους ἐκείνους τούς ἁγίους καταλαϐεῖν, ἔτι δὲ
καί τὴν ἐρημίαν καλὴν συνεργὸν εἷς φιλοσοφίαν λα-
ϐεϊν βουλόμενος, καὶ τόν ἂκρικῶς μοναδικὸν καὶ
ἡσύχιον ἀσπασάσθαι βίον. Οὒδὲ γὰρ ἐπεθύμει δνό-
ματος τὴν ἐν τοῖς πράγμασιν ἀλήθειαν ψευδομένω·
πόθὲν δὲ τῆς ἀποδημίας ταύτης ἔσχε τὰς ἀφορμὰς ὁ
λόγος ἤδη διελθεῖν βούλεται,
δ’. Δεξιὸς πρὸς ἀνάγνωσιν τῶν θείων Γραφῶν,
εἴπερ τις ἕτερος, ὁ καλὸς ἐδείκνυτο Θεοδόσιος
ἠκούετο γὰρ ἡδέως οὗ τῷ πεπαιδεῦσθαι μόνον τοῦτο
καλῶς, ἀλλὰ καὶ τῷ δριμὺν αὺτοῦ πόθον ἅπασιν
ἐμϐάλλειν, ἀπό τε τῆς των ἠθῶν εὖκοσμίας, καὶ
τῆς ὡς οὐδὲν ἄλλο τοῖς νέοις ἐπιπρεπούσης αἰδοῦς.
’Διὰ ταῦτα γοῦν καὶ τὰς ἱερὰς ῦπαναγινώσκειν βί-
ϐλους τῷ λαῷ διε-τέταντοο ἧς ἐκεῖνος καὶ μετιὼν
ἐμμελῶς, καὶ ποτὲ μὲν τοῦ Θεοῦ ἁκούων τῆς ἐκ
τῆς γῆς τε καὶ συγγενείας ἒξὲλευσιν τῷ Ἀϐραὰμ
ἐπιτάττοντος, ποτὲ δὲ καὶ πατρίδος κατάλειψιν, καὶ
οἱκίας, καὶ γεννητόρων, καὶ ἀδελφῶν, ὡς τὰ ἱερὰ
φησιν εὐαγγέλια, δι’ αὐτὸν γενομένην, αἰτίαν to”;
οὕτω πράξαι ζωῆς καθίστσθαι αἰωνίαν ταῦτα καὶ
τὰ τούτοις ὁμοίως ἔχοντα μετιὼν, καὶ τοῖς τῆς δια-
νοίας κόλποις ἐμϐάλλων εἰκότως διεθερμαίνετο τῆν
ψυχὴν, καὶ πολὺν ἔρωτα εἶχεν ἀπολουθῆσαι Χρι-
τῷ διὰ τῆς στενῆς ὁδοῦ καὶ τραχείας, Καὶ τούτου·
συνεχῶς στρέφων τοὺς λογισμοὺς εὐχὴν ποιεῖται τῆς
καλλίστης ὁδοῦ προοίμιον· Ὀδήγησόν με, Κύριε, λέ-
γων ἐν τῇ ἀληθείᾳ σου, Καὶ εἶτα τῆς πρός τὰ Ἱερο-
σόλυμα φερούσης ἐπιμελῶς ἅπτεται, κατ’ ἐκεῖνον
δὴ τὸν καιρὸν καθ’ ὃν Μαρκιανὸς ὁ βασιλεὺς ἤδη
περί τὰς του βίου δυσμὰς ἦν, ἡ δὲ ἐν Χαλκηδονι

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.