PG 115, col. 1181

Χριστιανῶν ἄθεώτατον ἐκπαιδεύεσθαι γένος. Ἰδοὺ
γὰρ τῆς ἱερᾶς παιδείας καὶ οὗτος ὁ κύων μεταλα-
χὼν, κᾶν οὐκ ευθείας καὶ ὁμαλῆς, ἀλλ’ ὅμως πολλὴν
τινα καὶ ἀτερπῆ περὶ τήν ἱστορίαν μορολογίαν κατ-
έχεε. Ταῦτα εἰπὼν, κελεύει τὸν μάρτυρα τοῖς δη-
μίοις παραδοθῆναι καὶ μαστιγοῦν, ἆγρι καὶ πεν⁹
τακοσίων πληγῶν. Οἱ δὲ λαϐόντες, ᾔκιζον ἀπαν-
θρώπως ταῖς μάστιξι, καὶ ὁ κήρυξ ἐϐόα · Ποίησον τὸ
τοῦ βασιλέως θέλημα, παῦσαι τῶν μωρολογιῶν, καὶ
ἀπαλλαγηση τῶν κολαζόντων σε. Ὁ δὲ μάρτυς
ἐκαρτέρει τυπτόμενος, σιωπῶν καὶ μηδὲν ὅλως
φθεγγόμενος. Ἀτενίσας δὲ πρὸς τὸν τοῦ Χριστοῦ
μάρτυρα Μακάριον, φησί πρὸς αὐτόν · Σὺ δὲ τί λέ-
γεις περὶ σεαυτοῦ, δυστυχὲς ἀνθρώπιονς Μακάριος Β
. _. ς ,ι . .. .. . . ς .. .
ἔφη, Σὺ εἶ δυστυχὴς τῷ ὄντι καὶ πάντων ἀνθρώπων
ἀθλιώτατος, ἐγὼ δὲ μακάριος ἀληθῶς, συμφωνοῦσαν
ἔχων τοῖς πράγμασι καὶ τήν προσωνυμίαν, ὅτι τὸν
Χριστὸν ὁμολογῶν προσκυνῶ, αὐτὸς δὲ τοῦτον ἀπηρ-
νήσω, δαίμοσι καὶ τῷ διαϐόλῳ προσκολληθεὶς, οἳ σε
καὶ οὐ θέλοντα τῷ αἰωνίῳ πυρὶ παραπέμψουσι. Καὶ
ὁ παραϐάτηςο Οἷδ¹ ὅτι θανατᾷς, φησὶ, καὶ πρὸς ὀρ-
γὴν κινῆσαί με σπεύδεις, ’ίνα θᾶττον ἐξαναλώσω σε.
Ἀλλ’ οὐχ ὡς αὐτὸς ἤλπισας οὕτως ἔσται σοι.
K'. Πλὴν ἀλλά τοῦτο πρῶτον ἀπόκριναι, τί τὸ
δόξαν ὑμῖν, ὦ κατάρατοι, ὅτι μή δὲ μιᾶς τινος ἐξου-
σία ὑμῖν ἐντειλαμένης, παντὶ καὶ πανταχοῦ διατρέ-
χοντες,τάς τῶν μεγάλων θεῶν σπονδάς τε καὶ θυ-
σίας ἀνατρέπειν σπουδάζετε, διδάσκοντες τοὺς ἀν-
θρώπους, τούτους μή εἶναι θεους, μή δὲ σωτῆρας
τῆς οἴκουμένης, καὶ τοῦ ἀνθρωπείου γένους προ-
νοητάς τε καὶ κηδεμόνας, οὓς ἡ ἀπ’ αἰῶνος καὶ
ἄνωθεν πατροπαράδοτος τῶν ἀνθρώπων συνήθεια
σέϐειν τε καὶ προσκυνεῖν παραδέδωκε, τὸν δὲ Χρι-
στὸν χθὲς τοῦ εἶναι ἀρξάμενον καὶ οὐ προπολλοῦ
τῆς ἡμετέρας γενεᾶς, Θεὸν προαιώνιον καὶ βασιλέα
τῶν ὅλων ἀνακηρύττετε. Καὶ ὁ Μακάριος· Οὐκ ἡρ·
κέσθης ταῖς Εὐγενίου σοφαῖς ἀποδείξεσιν, ἀνομώτατε;
πλὴν κάγώ σοι ὁμοτρόπως αύτῷ τὰς ἀποκρίσεις
ποιήσομαι, ὅτι Χριστὸς ’ὸν διά γέλωτος σὺ καὶ χλεύης
ποιῇ, αὐτὸς τοῖς ἰδίοις εἷ’ρηκε μαθηταῖς, Πορευθέντες
εἴς τὸν κόσμον ἅπαντα, μαθητεύσατε πάντα τὰ
ἔθνη, βαπτίζοντες αὐτοὺς εἷς τὸ ὄνομα τοῦ Πατρὸς,
καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, διδάσκοντες
αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν, οἳ καὶ
πορευθέντες, ταῦτα ἐδίδαξαν, φεύγειν τε ἀπὸ τῶ
ματαίων εῗδώλων, καὶ ἐπιστρέφειν ἐπὶ θεὸν ζῶντα,
’ὸς ἔκτισε τὸν οὐρανὸν καὶ τήν γῆν, οἱ δὲ θεοί σου
οὓς αὐτὸς προσκυνεῖς, δαιμόνων εἰσὶ πλάσματα καὶ
μύθων εὐρέματα, καὶ διαϐολικῆς ἐνεργείας κυοφο-
ρήματα. Λέγει γὰρ περῖ αὐτῶν ἡ ἡμετέρα Γραφῆ,
Θεοὶ οἳ τὸν οὐρανὸν καὶ τὴν γῆν οὐκ ἐποίησαν ἀπο-
λέσθωσαν. Οὐ μόνον δὲ, ἀλλά καὶ νόμος αὐτοὺς ἓτε-
ρος βασιλικὸς, ὁ παρᾶ Κωνσταντίνου τοῦ σοῦ συγ-
² Matth, xxvu, 19, 20. ³ Jer. κ, 11.
(1) Hujuslcgis, vel potius harum legum meminit Euseb. lib. tt Vitae Constantini cap. 43, Us 45, et lib.
1v, cap. 23 ; Baron. 32.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.