PG 115, col. 1184

καὶ τάς προσαγομένας θυσίας αὐτοῖς διαρρήδην
κατέπαυσε. Τί τοίνυν ἀδικοῦμεν, ὦ βασιλεῦ, ἆ Θεὸς
προσέταξε, καὶ βασιλεὺς μέγας νενομοθέτηκε κρα-
τύνοντες, καὶ σέϐειν τοὺς ἀνθρώπους ὑποτιθέμενοι,
KI'. Καὶ ὁ παραϐάτης ⁸ Ἀλλά Κωνσταντῖνος, οἷ-
κτρότατα νεωτερίσας, διὰ τὰς φίλας αὐτῷ ἀνοσιουρ-
γίας ἀπέστη τῶν θεῶν, ὑφ’ ἡμῶν τῶν Γαλιλαίων
ἐξαπατηθεὶς, ἅτε δὴ καὶ παιδείας ἀμέτοχος, καὶ μή-
τε τοῖς Ῥωμαϊκοῖς ἐμπεδωθεὶς, μήτε τοῖς Ἑλληνι-
κοῖς νόμοις καὶ ἔθεσιν, ἐγὼ δὲ, ὦ ἀνόσιε, τῆς Ἑλληνι-
κῆς τε καὶ Ῥωμαϊκῆς παιδείας ἄκρας ἐπειλημμέ-
νος, καὶ τὰς τῶν παλαιῶν ἀνδρῶν θεολογίας Ἑρμοῦ
τέ φημι καὶ Ὀρφέως καὶ Ηλάτωνος, ἐξησκημένος,
οὐχ ἣκιστα δὲ καὶ ταῖς Ἰουδαϊκαῖς γραφαῖς ὡμιλη-
κὼς, καὶ τήν τούτων τερθρείαν έξουθενηκὼς, πάλιν
ἐπὶ τὸ πατροπαράδοτον καὶ ἀρχαιότατον καὶ θεοφι-
λὲς τοὺς ἀνθρώπους ἔθος τε καὶ σέϐας ἀνατρέχειν
διακελεύομαι, μακρά χαίρειν εἰπὼν ταῖς τῶν ἀπαι-
δεύτων κενολογίαις, ἀλλ’, ἀπογυμνούσθω καὶ οὗτος
τῆς ἀμπεχόνης καὶ τῆς τῶν μαστίγων πείρας ἒν
KB'. Τούτων τοίνυν ἀπανθρώπως τιμωρουμένων
αἰκισμοῖς τε βαρυτάτοις ἀΛγυνομένων, ὁ μακά-
ριος καὶ εὐσεϐὴς Ἀρτέμιος, ὡς προδεδήλωται, Δοὺξ
καὶ Δύγουστάλιος ὑπὸ Κωνσταντίου τῆς Αἰγύπτου
κατασταθεὶς, καὶ διὰ τὴν ὀρθὴν αὐτοῦ καὶ ἀμώμη-
τον πρᾶξιν, ἓπιτροπήν λαϐὼν καὶ τῶν τῆς Συρίας
ἐπιμελεῖσθαι πραγμάτων, ἀκούσας δτι Ἰουλιανὸς
βεϐασίλευκε, καὶ πρὸς τὸν Περσικὸν κατεπείγεται
πόλεμον, γράμματα δεξάμενος τὰ παρακελευόμενα
μετά παντὸς τοῦ στρατεύματος εἷς Ἀντιόχειαν
ἀπαντᾷν, κατά τὸ κελευαθὲν καὶ αὐτὸς εἰς Ἀντιό-
χειαν παρεγένετο, καὶ μετὰ τῆς προσηκούσης αὐσῷ
τιμῆς τε καὶ δορυφορίας παρειστήκει τῷ βασιλεῖ,
ὅτε καὶ τὴν τῶν ἁγίων μαρτύρων ἐποιεῖτο ἐξέτασιν.
Καὶ δὴ ταῦτα ὁρῶν, πληγεὶς τε τὴν καρδίαν, καὶ ὡς
συνήγορος εἶναι τῇ πλάνῃ νομίσας εἰ σιωπῶν παρέλ-
θοιτά γινόμενα, παρρησιάζεται τήν εὐσέϐειαν, καί
φησι πρὸς αὐτὸν, Ὦ βασιλεῦ, διατί οὕτως ἀπανθρώ-
πω, ἄνδρας ἁγίους καὶ Θεῷ ἀφιερωμένους αἶκίζεις,
καὶ ἀναγκάζεις ἐξάρνους γενέσθαι τῆς αὐτῶν πίστεως,
ἶ¹σθιτοιγαροῦν ὅτι καὶ αὐτὸς ἅνθρωπος εἴ ὁμοιοπα-
θὴς, καὶ τῆς αὐτῆς φύσεως καὶ τῶν παθημάτων
μετεσχηκὼς, καὶ εἴ Θεός σε βασιλέα κατέστησεν, εἴ
ἄρα γε καὶ ἐκ Θεοῦ τὸ βασίλειον εἴληφας, καὶ μὴ
πονηρὸς δαίλων, ὥσπερ τὸν Ἰὼϐ πρότερον, οὕτως
καὶ σε καθ’ ἡμῶν ἐξαιτησάμενος εἷ’ληφεν, ’ίνα σινιάσῃ
τὸν τοῦ Χριστοῦ, σῖτον, καὶ ἑπισπείρῃ ζιζάνια. Ἀλλ’
εἷς μάτην αὐτοῦ τὸ ἐγχείρημα. Οὐκ ἔτι γάρ αὐτῷ,
ἰσχὺς ὡς καὶ πρότερον ⁸ ἀφ’ οὗ γὰρ ἦλθε Χριστὸς,
καὶ κατεπάγη σταυρὸς καὶ ὑψώθη Χριστὸς ἐν αὒτῷ
πέπτωκεν ἡ τῶν δαιμόνων όφρὺς, καὶ καταπεφρό-
νηται τά τούτων τεχνάσματα. Μὴ οὗν ἀπαιτῶ, βασι-

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.