PG 115, col. 1257

σις; ’Ἄλλως τε δὲ καὶ πολλοὶ παρ’ ἡμῖν τῶν Ῥω-
μαίων. Νεστόριον αὐχοῦντες δίδάσκαλον, καὶ αὐτοὶ
λέγουσι πάλιν, οὑχ ὼς Θεὸν, ἀλλ’ ὡς ἄνθρωπον δεῖν
καὶ προφήτην τινὰ τιμᾷν τὸν Χριστόν. Κάγὼ δὲ
οὐκ εἷς τοσοῦτον ἐξήχθην μανίας, ὥστε τήν εἷς
Θεὸν πίστιν αὐτός τε ἀπαρνήσασθαι, καί ὑμᾶς πρὸς
τήν ὁμοίαν ἄρνησιν ἐκκαλεῖσθαι. Ηῶς γὰρ, ὃς γε
τοῖ’) νὸμου μὲν ἀντέχομαι καὶ τῶν πατρίων ἐθῶν
ἰσχυρῶς περιέχομαι, πᾶν δὲ εἲ τι νεώτερον ἀπω-
θοῦμαι, καὶ διὰ τοῦτο ἀπεχθάνομαι καὶ τῷ Ἰησοῦ,
ἀνθρώπῳ, θεότητα ἐαυτῷ τολμηρῶς περιάψαντι;
Οὐδὲ γὰρ ἡλίῳ καὶ σελήνῃ, καὶ τοῖς ἄλλοις κτίσμα-
σιν, οὐδὲ τοῖς θεοῖς τῶν ἐθνῶν σέϐας ὑμᾶς προσ-
. ν.. ι ι η π.. ..
φέρειν καταναγγάζω (μὴ οὓτως ἔξω φρενῶν
πέσοιμι), ἄλλᾶ Θεῷ μόνῳ τῷ τὰ πάντα παραγα-
γόντι, καὶ Πατρὶ τῶν γεννητῶν ὑπάρχοντι, ὅς, ἀπαθὴς
ὢν καὶ ἅὺλος, ἐμπαθῶς, οὐκ οἶδε γεννᾷν.
Θ’. Πρὸς ’ὸν οἱ γενναῖοι, Τί ταῦτα ὑπὲκρουσας, εἷ-
πον, ὦ βασελεῦ ; Οὐδὲ ἡμεῖς λὲγομεν κατά πάθο ;γεν-
νᾷν τὸν Θεὸν, ἀλλ’ ἀπαθῶς ὡσ λόγον ἐκ νοῦ. "Ov καὶ
εἷς οἶκτον τῆς ἡμετέρας ἐλθόντα φύσεως, ἐξαπο-
στεῖλαι τὸν Υἱὸν ἐπ’ εὐεργεσίᾳ φημὶ τῶν ἀνθρώπων,
ὥστε καὶ σάρκα λαϐεῖν ἐκ κόρης παρθένου, καὶ
κατὰ πάντα ὅμοιον ἡμῖν γενέσθαι χωρὶς ἁμαρτίας,
καὶ πάντα πληρῶσαι τά γε ὑπὸ τῶν προφητῶν περὶ
αὐτοῦ πολλοῖς πρότερον εἰρημένα χρόνοις περί ὠν
καὶ αὐτὸς οἶδας ταῖς ἐκείνων ἒγκύπτων βίϐλοις· ὃς
καὶ πολλάκις διὰ τῶν ὑπὶρ ἄνθρωπον θαυμάτων
αὐτήν τε παρεγύμνωσε τήν θεότητα, καὶ ἄ τῆς σαρ-
γὸς ἀνείληφεν οὐκ ἠρνήσατο. Καί τι δεῖ πλειόνων
λόγων; Τοῦτον ἡμεῖς καὶ Θεὸν, καὶ Θεοῦ Υἱὸν ὁμο-
λογοῦμεν, καὶ ὑπὲρ ἁπάσης ἀπολογούμεθα τῆς πό-
λεως, καὶ τῶν ἄλλων τῶν ὑφ’ ἡμᾶς τελούντων Χρι-
στιάνῶν· καὶούκ ἔστι τι βασάνων εἶδος, ὃ μὴ καὶ
παθεῖν ἡμεῖς ἕτοιμοι δι’ αὐτόν. Τί γὰρ ἄν καὶ χωρί.
σειε τῆς τοῦ Χρισνοῦ ἀγάπης ὴμᾶς; Οὐδὲν δὲ ἡμῖν
καὶ Νεστορίῳ ἤ τοῖς ἄλλοις τοῖς τὰ ἐκείνου νοσοῦ-
σιν· o'i τόν ἂδιαιρέτω, ἐνωθὲντα καὶ καθ’ ὑπόστασιν
ἄνθρωπον τῷ Θεῷ Λόγῳ, τολμηρῶς διασπῶντως τῆς
τοῦ Λόγου θείας ὑποστάσεως, ἶδιοϋπόστατόν τε καὶ
ψιλὸν ἄνθρωπον τὸν σαρκὶ ἐπιφανέντα Λόγον εἰπεῖν
ἐτόλμησαν· o'i γε ἀξίως παρὰ τῶν θείων πνευμά-
των τούτων ὀρθοδύξων ἀπεϐλήθησαν καταλόγου καὶ
δι’ αἱῶνος ἀναθέματι παρεδόθησαν. Πλὴν ἀλλ’ οὐκ
ἀνέξεται (ἴσθι ὁ ὐπὸ σοῦ), βλασφημούμενος Κύριος
μὴ οὐχὶ καὶ σὲ παρὰ πόδας ἀπαιτῆσαι δίκας τῶν
τολμωμένων, τῆς τε ἄλλης βλασφημίας, φημὶ, καὶ
δὴ καὶ τῶν καταπατηθέντων ὑπὸ eo?) καὶ ἀνατρα-
πέντων ὅρκων, ἀνοσιώτατε ἀνθρώπων καί πανουρ-
γόσατε.
1'. Ὁ δὲ τῆς παῤῥησίας τὸν ἀνδρῶν μικρὸν ἀνα-
σχόμενος, μάλιστα δὲ τῆς συνέσεως καὶ τῆς ἃλλης
ἐπιφανείας τὸν Ἀρέθαν δυσωπηθεῖς ἡμέροις τε λό-
γοις ὑποΛεαίνειν ἤρξατο, καὶ δωρεὰς καὶ τιμὰς
ΡΑΤιιοι.. Ga. CXV.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.