PG 115, col. 1265

τοῦ λατρείας καί τῆς τοῦ θείου βαπτίσματος ἀνα-
γεννήσεως, καὶ μή οὕτω ταῖς ἀσεϐείαις ὑμῶν συν-
απόλησθε.
cultum illuminemini et divini baptismatis regenerationem, neque sic simul pereatis in vestris impie
tatibus.
lE’. Ταῦτα τῆς μάρτυρος καὶ ἄλλα πλείω ταῖς
συνελθούσαις γυναιξὶ διαλεγομένης, τινὲς τῶν τὰ
βασιλέως φρονούντων ἐκείνῳ προσαγγειλάντων αὐτὰ
καὶ ὅτι διαστρέφοι τὸ πλῆθος. Ὀ βασιλεὺς καὶ αὗ-
θις μετάκλητον αὐτὴν ποιησάμενος καὶ τὸν πρᾶον
ὑποκριθείς. Πολλῇ, φησὶν, ἐχρησάμην ἐπί σοι τῇ
μακροθυμίᾳ, προνοίᾳ τοῦτο φιλανθρώπῳ καὶ οὐκ
ἀλόγως ποιῶν, ὅπως, εἰ μή τι ἄλλο, ἀλλᾶ τοῖς ἐπὶ σοὶ
καὶ ταῖς θυγατράσι καταχεομένοις δάκρυσιν ἐπικλα-
σθεῖσα, πεισθείης ἡμῖν. Ἣ δέ. Καὶ τίς με, ἔφη, πει-
σθεῖσάν σοι, βασιλεῦ, τοῦ πυρὸς ῥύσεται τοῦ ἀσϐέ-
στους Οὕτως ἔλεξε, καὶ εἷς οὐρανὸν εὐθὺς ἀπιδοῦσα,
Μὴ γένοιτό μοι, φησὶν, ἂθάνατε βασιλεῦ, ἀπαρνή-
σασθαι σε τὸν τοῦ Θεοῦ μονογενῆ Υἰὸν, καὶ ἀνδρὶ
πεισθῆναι, τῷ σέ τε ἂθετήσαντι, καὶ ἐπιορκίαις
ἡμᾶς ἀπατήσαντι. Τὴν παρρησίαν τοίνυν ὁ Ἐϐραῖος
τῆς γενναίας οὐκ ἐνεγκὼν, ἀλλᾶ τήν σκηνὴν καὶ τὸ
πλάσμα λύσας, καὶ ἄγριόν τι βλέψας καὶ φονικὸν,
Τολμηροτάτη γύναικῶν, ἔφη, ἐγώ σου τὰς σάρκας
ἄρτι καταξανῶ, καὶ διαψηλαφήσω τὰ ἔγκατα, καὶ
εἴτι δὲ τούτων ὑποΛειφθῇ, κυσὶ παραθήσω τροφήν.
Καὶ ί²3ω τίς ὁτῶν ἐμῶν ἐξαιρούμενος σε χειρῶν,
κείν εἰ-τὰ μάλιστα σύμμαχον παραστῆναί σοι τὸν
Ναζωραῖον ἄμαχον προσδοκᾷς. Ἐνταῦθα μὴ ἀνασχο-
μένη τῶν τοῦ μιαροῦ λόγων ἡ πρώτη τῶν θυγατέ-
ρων τῆς μάρτυρος, δωδέκατον ἤδη που τῆς ἡλικίας
ἄγουσα ’χρόνονὶ σιέλου τὸ στόμα πλήσασα, κατέχεε
τῆς ὅψεως τοῦ τυράννου. Οἱ δὲ περιεστηκότες, ού τὸν
ζῆλον ναὶ τὰ δικαίως γενόμενον ἐπαινέσαντες, ἀλλά
τὸν καιρὸν θεραπεύοντες, αὐτήν τε καὶ τὴν ἀδελφὴν
αὐτίκα ξίφει διαχειρίζονται, καὶ ταῖς χερσὶν ἐκ τοῦ
καταρρέοντος α’ίματος oi θηριώδεις ὑπολαϐόντες
προσφέρουσι τῇ μητρί· τοῦτο προσταγὲν ἐκ τοῦ
βασιλέως . Ἥ δὲ (ὢ ψυχῆς γενναίας) 1 ἡδέως τε ἀπο-
γεύεται, καὶ πρὸς οὐρανὸν άνασχοῦσα τοὺς ὀφθαλ-
μοὺς. Σοὶ τήν ἐμὴν ταύτην, ἔφη, Δέσποτα Χριστὲ,
προσφέρω θυσίαν καὶ μάρτυρας παριστῶ σοι παρ-
θένους ἁγνάς, τὰς ἐκ τῆς ὀσφύος δὴ τῆς ἐμῆς⁶ αἶς
κᾶμέ συναριθμήσας, έν τῷ νυμφῶνι τῷ σῷσυνεισάγαγεο καὶ τὸ τοῦ θέίου Δαυίδ, μητέρα δεῖξον ἐπὶ
τέκνοις εὑφραινομένην.
ἶς’. Καὶ ὁ βασιλεὺς, βαρυτάτῳ κέντρῳ τῆς ἀθυ-
μίας πληγεῖς, ἅτε πάσας ἀπογνοὺς τὰς ἐλπίδας, ἀπο-
φαίνετάι κατ’ αὐτῆς, τοιάδε πρὸς τοὺς συνόντας εἷ-
πών· Ἐθαυμάσαμεν τοῦ κάλλους αὐτήν τε καὶ τὰς
θυγατέρας αὐτῆς (ὁμολογήσω γάρ τ’ ἀληθές)’ πολλῷ
δὲ τοῦ σώφρονος αὑτῶν πλέον ἣττημαι καὶ κοσμίου.
Καὶ διὰ τοῦτο θαυμάζειν μοι ἔπεισιν, εἲς ὅσον ἂρα
μανίας οἱ Χριστιανοὶ κεχωρήκασιν, ὡς ἀνθρώπῳ
προσέχειν βιοθανεῖ, καὶ τήν οἷκείαν ἐπιτρέπειν αυτῷ
σωτηρίαν, πλάνῳ καὶ γόητι γενομένῳ, καὶ μάτην
ἰαυτὸν ἆνειπόντι Θεόν .

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.