PG 115, col. 1277

ἐκείνῳ τραφείη καὶ τὸν Χριστιανισμὸν ἐξομόσαιτο.
Καὶ 6 μὶν λαϐὼν τὸν παῖδα ἀπῄει, τὰ πραχθέντα
ποιούμενος διὰ θαύματος, τοῖς ἄλλοις τε μεταξὺ
διηγούμενος. Ἐν τούτῳ δὲ τὸ παιδίον διαλαθὸν,
δρόμῳ πολλῷ πρὸς τὴν μητέρα ἐχώρει, καὶ κατὰ
μέσης, ὅπως εἶχε, τὴν κάμινον εἷσπηδᾷ, τὴν μητέρα
τε ὡς αὐτῷ ἐδόκει περιλαϐὸν, καὶ κάλλιστον αὐτῇ
ἐντάφιον ἑαυτὸν δεδωκὸς, τον τῆς μαρτυρίας ἄμφω
κληρονομοῦσι στέφανον. Τούτων οὕτω τελουμένῶν,
ἔλεον λαϐόντες τῶν ταῦτα πασχόντων Χριστιανῶν
οἱ περὶ τὸν βασιλέα, καὶ ὅσοι τῆς συγκλήτου, ἱκέ-
τευον αὐτὸν ἀνεῖναι, καὶ μὴ ἄρδην ἀπολέσαι πόλιν
οὕτω μεγάλην καὶ πολυάνθρωπον, καὶ πολὺ πλῆ-
θος ἐπετείων φόρων παρέχουσαν. Ἐπεὶ οὖν ἒν τούτῳ
κατένευεν, ἡ σκληρὰ ἐκείνη καὶ Φαραωνῖτις
δύο παθῶν έν αὒτῷ διερισαμένων, καὶ ὠμότητα ιρι-
λοχρημκτίας imm-acim" τί ποιεῖς Ταύτης τε τῆς
πόλεως καὶ πάσης τῆς χώρας τὸ νεάζον, ἅρῥεν τε
καὶ θῆλυ, ἐξανδραποδισάμενος εἰς πολλὰς ἀριθμού-
μενον μυριάδας, καὶ οὓς μὲν αὐτὸς κατασχὼν, οὓς
δὲ καὶ διαδιδοὺς εἰς δουλείαν οἷς ἄρα ἐϐούλετο, αὗέ
θις ἐπανῆκε πρὸς τά βασίλεια, δουλωσάμενος πόλιν
ἐλευθέραν καὶ μόνῃ τῇ Τριάδι ἀνακειμένην, ἣν
αὐτὸς Χριστὸς τῷ ἰδίῳ ἐξηγοράσατο α’ίματι, ἥτις
τοσαύτην αὐτῷ μαρτύρων χορείαν προσήγαγε, τοὺς ἀγῶνας αὐτῶν καὶ τὰς νίκας λαμπρῶς τῇ οἰκουμένῃ
ἆνακηρύξασα.
ΚΕ’. Καὶ ταῦτα μὲν δὴ τοιαῦτα καὶ οὕτως ἔχον-
τα. Ὑποστρέφοντι δὶ τῷ Ἑϐραίῳ πῦρ’ ἐφ’ ἱκανὰς
ἡμέρας ἑωρᾶτο δι’ ὅλης νυκτὸς τὸν αἰθέρα πληροῦν,
καὶ αὐτόν τε Δουναᾰν καὶ τὴν αὑτοῦ στρατιὰν ἕξε-
δειμάτου, καὶ τήν ὀργήν κατὰ τῶν ἅσεϐῶν ἐτεκμη-
ριοῦτο. Εἶτα καὶ πῦρ ἄνωθεν, ἡ ἐντελὴς μάστιξ,
ἐπὶ τήν γῆν, ὕετο. Ἀλλ’ οὐδὲ βραχὺ συνιέναι, οὐδὲ
σωφρϋνίςεσθαι εἶχεν ὁ ἀλιτήριος, οὐδ’ ὑπὸ τὴν κρα-
ταιάν τοῦ Θεοῦ γεῖρα καλύπτεσθαι. Εἰς τοῦτο γάρ
μανίας ἐξήχθη κατὰ Χριστιανῶν, ὡς καὶ πρεσϐείαν
ἐκπέμψαι τῷ τῶν Περσῶν βασιλεῖ, ἀξιῶν καὶ αὖ·
τὸν τὰ ὅμοια δρᾶσαι, καὶ πάντας τοὺς εὑρισκομέ-
νυυς ὑπ’ ἐκείνῳ Χριστιανοὺς ἄρδην ἀπελέσαι, εἷ’ γε
τὸν ἥλιον εὐμενῆ, φησὶ, βούλοιτο ἔχειν καὶ τὸν αὖ·
τοῦ πατέρα, ὡς ἐκεῖνος ἀπεφλυάρει τὸν τῶν Ἐϐραίων
Θεόν. Τὰ αὖτὰ δὲ ταῦτα καὶ ’Λλαμουνδάρῳ τῷ ἐξ·
ηγουμένῳ τῶν ὑπὸ Πέρσαις Σαρακηνῶν ἐπέσαειλεν
ὑπισχνούμενος καὶ χρήματα δώσειν, εἴ κατά τῶν
ὑπὸ χεῖρα Χριστιανῶν διωγμὸν κινήσοι. Ἀλλ’ ὁ
μὶν οὕτω Χριστιανοῖς ἀπήχθετο, καὶ οὕτως ἐποίει,
ἡ δίκη δὲ τοῖς πραττομένοις οὐκ ἐφησύχαςεν. Ἰου-
στῖνος γὰρ 6 Ῥωμαίων εὐσεϐὴς Βασιλεὺς, οὕτω
δόξαν αὐτῷ, εἷρηνικᾶς Ἀλαμουνδάρῳ σπονδάς πρὸς
τοὺς ὑποφόρους Ῥωμαίων Σαρακηνοὺς θέσθαι παρ-
ῄνει ο καὶ ὁ ταῦτα πρεσϐεύων Ἀϐράμιος, ἄνήρ Θεο-
φιλὴς καὶ πρεσϐύτερος, ἐξεπέμπετο. Παρῆσαν δὶ
καὶ ἀπὸ τοῦ Περσῶν βασιλέως ἐκεῖ ἄλλοι τέ τινες,
καὶ Ἰσαάκιος πρεσϐύτερος, ὁ καὶ τοῖς ἐν Περσίδι
Χριστιανοῖς ὀρθοδόξοις τὰς ὁποκρίσεις διακονούμε-

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.