PG 118, col. 317

σεως λογισμοῖς ἐλεγχθεῖσαν, καὶ διά τοῦτο προτάτ-
τεται ἄλλαις ἀπάσαις, ὡς δὴ πρὸς αὐτοὺς γεγραμ-
μένη τοὺς ἤδη τά θεῖα προμυηθέντας. Ταύτην ἐπι-
στέλλει ἀπὸ Κορίνθου, μήπω μὶν ἑωρακὼς Ῥω-
μαίους, ἀκούων δέ περὶ αὐτῶν, καὶ ἐπιποθῶν
αὐτοὺς ἰδεῖν. Καὶ πρῶτον μὶν ἀποδέχεσθαί φησι
τήν πίστιν αὐτῶν, καταγγελλομένην ὁρῶν πανται
χοῦ. Ἔπειτα σημαίνει πολλάκις ἑαυτὸν προθέμενον
ἐλθεῖν, διὰ τὸν εἷς αὐτοὺς πόθον, τέως μὴ δεδυνῆ’
σθαι. Καὶ λοιπὸν διδασκαλικὴν τὴν ἐπιστολὴν ποιεῖ-
ται, περὶ κλήσεως ἐθνῶν. Καὶ ὅτι ἦ περιτομὴ ἓως
καιροῦ ἦν, καὶ νῦν πέπαυται. Καὶ ὅτι διὰ τοῦ Χρι-
στοῦ λέλυται τὸ παράπτωμα τοῦ Ἀδὰμ, καὶ ἡ σκιὰ
τοῦ νόμου παρῆλθε. Τήν μὲν οὗν κλῆσιν τῶν ἐθνῶν
ἀκολούθως κατασκευάζει οὕτως, ἀποδεικνὺς πᾶσιν
ἀνθρώποις ἔμφυτον εἶναι τὸν νόμον, καὶ πάντας
ἀδιδάκτῳ τε τῇ φύσει, καὶ ἀπ’ αὐτῆς τῆς κτίσεως
δύνασθαι γινώσκειν τὸν Θεόν. Διὸ καὶ εῒκότως αἴ-
τιᾶται πρῶτον Ἕλληνας, ὡς μὶν τοῦ Θεοῦ φανερώ-
σαντος αὐτοῖς ἐκ τῶν ποιημάτων τοῦ κόσμου τήν
περὶ ἑαυτὸῦ γνῶσιν καὶ τῆς ἀϊδίου δυνάμεως αὐτοῦ,
ἥτις ἐστὶν ὁ λόγος αὐτοῦ, ἐν ᾦ καὶ δι’ οὗ τὰ πάντα
πεποίηκεν, αὐτοὺς δὶ, μὴ ἐγνωκέναι μὶν ἐκ τῶν
κτισμάτων εἶναι Θεόν τὸν τούτων Δημιουργὸν, τά δε
ποιήματα θεοποιήσαντας, καὶ τῇ κτίσει μᾶλλον ἤ
αὐτῷ λατρεύσαντας. Αίτιᾶται δὶ καὶ Ἰουδαίους, ὡς
μή φυλάξαντας τὸν νόμον, ἀλλᾶ καὶ πᾶλλον διὰ τῆς
παραϐάσεως τοῦ νόμου, τὸν Θεὸν ἀτιμάσαντας. Καὶ
οῧτως ἀμφότερα τάμέγιστα Ἰουδαίους ’καὶ Ἕλληνας
σδγκλείει καὶ ἐλέγχει ἐπὶ παρανομίᾳ, ⁸ίνα δείξῃ ὅτι
ὅσοι γενόμενοι οἰ πάντες, ἐπίσης ὡς ὑπεύθυνοι, τοῦ
λυτρουμένου δέονται. Τῆς δὲ χάριτος καὶ λυτρώσεως
ἐπίσης τοῖς Ἰουδαίοις γενομένης καὶ ἐπὶ τὰ ἔθνη,
εἰκότως καὶ ἡ κλῆσις γέγονε τῶν ἐθνῶν. Τῆς δέ
κλήσεως τῶν ἐθνῶν γενομένης, ἐξ ἀνάγκης πέπαυ-
ταιὴ περιτομὴ, καὶ ἠ ἐν τῷ νόμῳ σκιά. Ὀ γὰρ
”Δ6ραμ, φησὶν, οὐκ ἐν περιτομῇ, ἀλλά πρὸ τῆς περι-
τομῆς δικαιωθεὶς, μετωνομάσθη μὶν Ἀϐραάμ, ὅτι
πατὴρ πολλῶν ἐθνῶν ἔμελλεν εἶναι, κατὰ τήν ἐν τῇ
ἀκροϐυστίᾳ πίστιν. Ἕλαϐε δὲ μετᾶ τὸ δικαιωθῆναι
καὶ τήν περιτομὴν ἐν σαρκὶ, ἳνα σημεῖον τοῖς
κατὰ σάρκα γεννωμένοις ἐξ αὖτοῦ, παύσεσθαί ποτε
τὴν περιτομὴν, ὅταν τὰ ἔθνη γένηται τέκνα τοῦ
Ἀϐρααμ, ἀρξάμενα πολιτεύεσθαι κατᾶ τὴν πίστιν
τοῦ Ἀϐραάμ, ἐν ἐδικαιώθη ὅτε ἦν ἐν ἀκροϐυστίᾳ.
Τούτων γὰρ χάριν μετωνομάσθη Ἀϐραάμ.
Ἀνάγκη δὲ, ἐλθόντων τῶν σημαινομένων, παύσα-
σασθαι τὸ σημαῖνον. Et μὶν οὗν τὰ ἔθνη ἀναγκά-
ζουσι περιτέμνεσθαι, παυέτωσαν καὶ τὸ ὄνομα τοῦ
Ἀϐραὰμ, καὶ καλείσθω Ἀϐραμ. Ei δὲ Ἀϐραάμ
παρᾶ Θεοῦ μετωνομάσθη, οὐ δεῖ περιτέμνεσθαι τὰ
ἔθνη, ἀλλ’ οὐδὲ αὐτοὺς ἔτι τοὺς κατὰ σάρκα Ἰου-
δαίους, ἴναῇ τὸ ὄνομα βέϐαιον, καὶ πατὴρ ἐθνῶν
πολλῶν καλῆται. Καὶ γὰρ οὗ χρείαν ἔχει λοιπόν τις
περιτέμνεσθαι, ἀρκούμενος τῇ πίστει τοῦ Ἀϐραὰμ,
οὐδὲ τῆς ἄλλης δὲ τῆς ἐν νόμῳ σκιᾶς. Οὐ γὰρ ἐκ

Testo OCR da scansione; possono restare errori di lettura.

Citato nell'enciclopedia

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.