PG 118, col. 328

ἐθεάσατο, ἀλλᾶ μόνου κηρυττομένου τοῦ ὀνόματος,
ἐκεῖνοι ἐπίστευον. Ὄντως πλήρης ἦν χάριτος ἡ
ἀποστολὴ τῶν μαθητῶν, ὅτι ἔπεισαν ὑπακοῦσαι καὶ
πιστεῦσαι τὰ ἔθνη τῷ Χριστῷ, καὶ ταῦτα ἄνθρωποι
ἁλιεῖς καὶ ἀγράμματοι, ι Ἑν οἷς ἐστε καὶ ὑμεῖς. ››
Τουτὲστι μεθ’ ὧν ἐθνῶν καὶ ὑμεῖς ἐκλήθητε· Οὐ γὰρ
ἀφ’ἒαυτῶν ἥκετε. Καταστὲλλει δὲ αὐτῶν τὸ φρό-
νημα, ῶσεί ἔλεγεν· Μή νομίσητε, ὡς βασιλεύουσα
πόλις, πλέον τι τῶν ἄλλων ἔχειν, ἀλλὰ μετὰ τῶν
λοιπῶν ἐθνῶν ἐκλήθητε. ‹‹ Ηᾶσι τοῖς οῦσιν ἐν Ῥώ-
μῃ ἀγαπητοῖς Θεοῦ. η Οὐ γάρ ἐστι παρ’ αὐτῷ δια-
στολὴ πλουσίου καὶ πένητος. Εἶτα ἐπειδὴ εἶπε. ‹‹ Πᾶ-
σιν, ι ἳνα μὴ εἴπωσι. Τί οῦν ; πάντας ὁμοτίμους ἡγῇ,
καὶ ἀγαθοὺς καὶ φαύλους, καὶ πιστοὺς καὶ ἀπίστους ;
ἐπισυνῆψεο ‹‹ Κλητοῖς ἁγίοις. ›› ’Λπαντες γὰρ αὐτῷ
οἱ ἅγιοι ὁμότιμοι, καὶ διαστολή οὐκ ἔστιν ἐν αὐτοῖς,
Πρῶτον δὲ τὸ, (ι ’Λγαπητοῖς Θεοῦ, (ί τέθεικεν, εἶτα
τὸ, ι Κλητοῖς ἁγίοις. ›› Πόθεν ἐκλήθητε, φησίν ; ἐκ
ποίων πόνων ; ἒκ ποίων κατορθωμάτων ;πόθεν ἐστὶ
ἅγιοι, ἀλλ’ ἤ εκ {sine τῆς ἀγάπης Θεοῦ ; Αὐτὸς γὰρ
δωρεὰν ἀγαπήσας ἡμᾶς, καὶ τὸ αἷμα αὐτοῦ ὖπὶρ
ἡμῶν ἐκχέας, ἐκάλεσεν ἡμᾶς εἰς ἁγιασμὸν καὶ κλη-
ρονομίαν τῆς βασιλείας αὐτοῦ. Διὸ καὶ πανταχοῦ,
‹‹ Κλητοῖς, ι’λέγων, τῆς τοῦ Θεοῦ ἡμᾶς εὐεργεσίας
ἀναμιμνήσκει. ‹( Χάρις ὑμῖν. ›; Οὐδεὶς γὰρ, φησὶν, ἒξ
ἔργων δύναται σωθῆναι. ‹‹ Ἀπὸ Θεοῦ Πατρός. ι ἹΙ
γὰρ ἀπὸ Θεοῦ χάρις καὶ εἰρήνη τὸ βέϐαιον ἔχει.
Τὸ δὲ, (ι Ἀπὸ Πατρὸς, ›› τὴν υἱοθεσίαν ἐνδείκνυ-
ται.
Πρῶτον μὲν εὖχαριστῶ τῷ Θεῷ μου διὰ Ἰησοῦ
Χριστοῦ ὑπὲρ πάντων ὑμῶν, δτι ἡ πίστις ὑμῶν
καταγγέλλεται ἐν ὅλῳ τῷ κόσμῳ. Μάρτυς γάρ
μού ἐστιν 6 Θεὸς, ᾧ λατρεύω ἐν τῷ πνεύματί
μου, ἐν τῷ Εὐαγγελίῳ τοῦ Υἱοῦ αὐτοῦ, ὼς ἀδια-
λείπτως μνείαν ὑμῶν ποιοῦμαι· πάντοτε ἐπὶ τῶν
προσευχῶν μου δεόμενος εἷ’πως ἤδη ποτε εὐοδω-
θήσομαι ἐν τῷ θελήματι τοῦ Θεοῦ ἐλθεῖν πρὸς
ὑμᾶς.
Ἐδει γὰρ ἐξ εὐχαριστίας προοιμιάσασθαι, εὗ-
χαριστεῖν δὲ, οὐ μόνον ὑπὲρ τῶν ἰδίων κατορθωμά-
των, ἀλλὰκαὶ ὑπὲρ τῶν τοῦ πλησίον. Τοῦτο γὰρ
ἀγάπης. «Τῷ Θεῷ μου. n Ἀγάπης σημεῖον. Τὸν
γάρ ἁπάντων Θεὸν ἰδιοπυιεῖται. ι Διά Ἰησοῦ. » Αὖ-
τὸς γὰρ ἡμῖν αἶ’τιος τῆς εἰς τὸν Πατέρα εὐχαριστίας,
6 καὶ προσλαϐόμενος ἡμᾶς, καὶ τῷ ἰδίῳ αἶ’μ-κτι πρὸς
ἐκεῖνο καταλλάξας. ‹‹ Ὃτι ἡ πίστις ὑμῶν. ›› Τὴν γὰρ
τῶν Ῥωμαίων πίστιν οὐκ ἀπεικὸς ἧν Λαλεῖσθαι
παρᾶ πάντων. ‹‹ Μάρτυς γάρ. ›› Εἰκότως τὸν Θεὸν
ἄγει μάρτυρα, ἀγνώστους ἀνθρώπους πείθειν βουλό-
μενος. ιι ᾯ λατρεύω. ›› Οἴον, δουλεύω. Πολλά γὰρ
εἴδη λατρείας. Καὶ γὰρ καὶ 6 προσευχόμενος, καὶ 6
νηστείᾳ χρώμενος, καὶ 6 τοῖς θείοις λόγοις προσέχων,
καὶ μιντοι καὶ ὁ τῆς τῶν ξίνων θεραπείας ’ἰπιμι-

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.