PG 123, col. 148

γου, αὐτὸς ὶθεολόγησε περὶ ταύτης, ῐνα μὴι νομισθείη
6 τοῦ Θεοῦ Λόγος, ψιλὸς ἄνθρωπος εἶναι, τουτέστι
δίχα θεότητος. Ματθαῖος γὰρ περὶ τῆς κατὰ σάρκα
μόνης ὑπάρξεως τοῦ Χριστοῦ διαλέγεται ⁶ πρδς γὰρ
Ἐϐραίους ἔγραφεν, οἷς ἀρκετὸν ἦν τὸ μαθεῖν δτι
ἀπὺ ’Δϐραὰμ καὶ Δαυῑδ ἐγεννήθη 6 Χριστός. Ἀνα-
παύεταιπ γὰρ 6 ἐξ Ἐϐραίων πιστεύσας , ὅταν πληρο-
φορηθῇ ὅτι ἀπὸ Δαυῖδ ἑστιν 6 Χριστός · ἀλλὰ λέγεις
μοι, ὅτι, οὐκ ἤρκει εἷς εὐαγγελιστὴςς Ἀκουε τοίνυν,
ὅτι ἤρκει μὲν, ἀλλ’ ἶνα δειχθῇ μᾶλλον ἠ ἀλήθεια, διὰ
τοῦτο τέσσαρες συνεχωρήθησαν γράψαι. Ὀταν γὰρ
ἴδῃς τούτους τοὺς τέσσαρας, μὴ συνελθόντας, μηδὲ
Β συγκαθίσαντας ἀλλήλοις, ἀλλί ἀλλον ἀλλαχοῦ sm,
εἶτα γράψαντας περὶ τῶν αὐτῶν ὥσπερ ἀφ’ ἑνὸς στί-
ματος, οὐκ ἂν θαυμάσαις τὴν τοῦ Εὑαγγελίου ἀλή·
θειαν, καὶ εἴποις ὠς ὲκ Πνεύματος ἁγίου ἐλάλησανς
καὶ μή μοι λέγε ὅτι οὐχ ὁμοφωνοῦσιν ἑν πᾶσιν υ ῐδε
γὰρ ιν τίσιν οὐχ ὁμοφωνοῦσιν. Ἀρα 6 μὲν εἷπεν ὅτι
ἐγεννήθη 6 Χριστὸς, 6 δὲ λέγει ὃτι ob; Ἦ 6 μὲν, ὅτι
ἀνέστη, 6 δὲ, ὅτι οὓς Μὴ γένοιτο. Ἐν γὰρ τοῖς ἁνα-
γκαιοτόροις καὶ κυριωτέροις όμοφωνοῦσιν. Ei τοίνυν
ἐν τοῖς κυριωτέροις οὐ διηνέχθησαν, τί θαυμάζεις ἑὰν
ἐν τοῖς ἐλαχίστοις δοκῶσι διαλλάττειν; Δι’ αὐτὸ γὰρ
τοῦτο μᾶλλον ἀληθεύουσιν, ὅτι μὴ κατὰ πάντα ὡμο-
φώνησαν. Ἐνομίσῦησαν γὰρ ἄν, ὅτι συγκαθίσαντες
ἀλλήλοις καὶ συμϐουλευσάμενοι ἔγραψαν · νῦν δὲ, 6
C παρέλειψεν οὗτος, ἔγραψεν ἐκεῖνος, καὶ διὰ τοῦτο 6o-
⁷ κοῦσιν ὲν τισὶδιαλλάττενιν · καλ⁵ ταῦτα μὲν οὕτως. Ἀ ρ-
ξώμεθα 66 ἥδη τοῦ ὕφους.
ΚΕΦΑΛ . Α’.
Περὶ γενεαλογίας τοῦ Χριστοῦ.
ε Βίϐλος γενέσεως. ι Τίνος ῑνεκεν οὐκ εἶπεν, δρα-
σις ἢ λόγος, ὥσπερ oi προφῆται; Ἐκεῖνοι γὰρ οὕτω
προέγραφον ὅρασις ἢν εἶδεν Ἡσαΐας, καὶ 6 λόγος 6
γενόμενος πρὸς Ἡσαΐαν. Τίνος ἕνεκεν, ζητεῖς μα-
θεῖν; Διότι οἱ μὲν προφῆται πρὸς σκληροκαρδίους
διελέγοντο καὶ ἀπειθεῖς, καὶ διὰ τοῦτο ἔλεγον, ὅτι
ὅρασίς ἐστι θεία, καὶ ὅτι λόγος ἐστὶν ὲκ Θεοῦ · ἵνα
φοϐηθῇ 6 λαὸς , καὶ μὴ καταφρονῶσι τῶν λε γομένων.
D '0 δὲ Ματθαίος, πρὸς ἀνθρώπους εἶχε πιστεύσαντας.
xui. εὐγνώμονας καὶ εὐπειθεῖς. Καὶ διὰ τοῦτο οὺδδν
τοιοῦτον προεῖπεν, οἷον oi προφῆται ⁸ ἔχω δὲ καὶ ιτε-
96v τι εἰπεῖν, ὄτι ol μὶν προφῆται νόητῶς ἔϐλεπον
ἅπερ ἔϐλεπον, φανταζόμενοι ταῦτα διὰ τοῦ ἁγίου
Πνεύ ματος ο διὸ κα)⁵ ὁράσεις ταῦτα ελεγον ’ 6 δὲ Ματ-
Θαῐος, οὒ νοητῶς εἶδε τὶν Χριστὸν, καὶ ὲφαντάσθη
αὐτὸν, ἀλλάίσθητῶς αὐτῷ συνῆν, καὶ αίσθητῶς
ἤκουεν αὑτοῦ, βλέπων αὐτὸν ὲν σαρκί. Διὰ τοῦτο τοί-
νυν οὐκ εἶπεν, ὅρασις ἢν είδον, ἦτοι φαντασία, ἀλλὰ,
ι Βίϐλος γενέσεως ι Ἰησοῦ. Τὸ Ἰησοῦς ὄνομα, οὐχ Ἐλ-
ληνικὸν ἔστιν, ἀλλ’ Ἐϐραῖκόν ⁶ ἑρμηνεύεται δὲ, Σω-
τήρ. Ἰαὼ γὰρ ἡ σωτηρία παρὰ τοῖς Ἑϐραίοις λέγει

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.