PG 127, col. 1135

Θεῷ ἐργάτης εὑρίσκεται ἀνεπαίσχυντος.
μδ¹. Ἢ κατορθοῦσθαι δεὶ⁹ πρὸς πάσας τὰς ἐντολάς
τού Θεοῦ. ἢ μιᾶς ἀντιποιεῖσθαι τῆς ταπεινοφροσύνης,
τὸν δεδιότα-μὴ ξένον τῶν ὲν τῷ νυμφῶνι ἀνακειμέ-
νων ὀφθήσεσθαι.
με’. Μίξον τῇ ἁπλότητι τὴν ἐγκράτειαν, καὶ σύ-
ζευξον τῇ ταπεινοφροσύνῃ τὴν ἀλήθειαν, καὶ όφθήσῃ
δικαιοσύνης συνέστιος. ἾΙς ἐπὶ τραπέζης, άλλη πᾶσα
⁴¹ςιλεῖ συνάγεσθαι ἀρετή.
pg“. Τυφλὴ τῆς ταπεινοφροσύνης χωρὶς,ή ἀλήθεια.
Διὰ τοῦτο καί τῇ ἀντιλογίαχρῆται ἱειραγωγῷοέρεῖ·
σαι μὲν αὐτῇ ὲπί τι μοχθούσῃ, μὴ εὕρισκούσῃ δὲ,
εἰ μὴ τὸ τῆς μνησικακίας ὀχύρωμα.
με’. Ἷιθος χρηστὸν, ὡραιότητα μαρτυρεῖ ἀρετῆς·
μελῶν δὲ εὐστάθεια, εἰρηναίαν ψυχήν.
μη’. Πρῶτον μὲν καλὸν, τὸ ὲν μηδενὶ μέρει προσ-
πταίειν· δεύτερον δὲ. τὸ μὴ αἰδοῖ κατακρύπτειν τὸ
σφάλμα αὐτοῦ, μήτε μὴν ἀναδύεσθαι ὲν αὐτῷ’ μᾶλ-
λον δὲ ταπεινοῦσθαι, καὶ κατηγορουμένου ἑαυτοῦ
συγκατηγορείν, καὶ δέχεσθαι ἀσμένως τὸ ἐπιτίμιον.
Τούτου δὲ μὴ γινομένου, ἀνίσχυ ρον ἅπαν τὸ τῷ Θεῷ
προσφερόμενον.
μθ’. Πρὸς τῇ ἑκουσίᾳ. κακοπαθείᾳ, χρὴ καὶ τὴν
ἀκούσιον καταδέχεσθαι, τὴν ὲκ διασόλων λέγω, ζη-
μιῶν τε , καὶ ἀσθενειῶν. Ταῦτα γὰρ ό μὴ καταδεο.
χόμενος, ἀλλὰ ἀποδυσπετῶν, ὅμοιός ἐστι τῷ μὴ
μετὰ ἁλὸς, μετὰ δὲ μέλιτος μόνου βουλομένου ἐσθίειν
τὸν ἄρτον αύτού- δς ού πάντοτε μὲν τὴν ἡδονὴν ἔχει
σύντροφον, τὸν δὲ κόρον ἀεὶ γείτονα κέκτηται.
ν’. Δεσπότης ὢν δούλου σχῆμα περιδαλλόμενος
φαίνεται, ό τὸ διερρωγὸς πλύνων τοῦ πλησίον λόγοις
ἐνθέοις ἱμάτιον, ἦ καταρράπτων ταῖς μεταδόσεσι.
Σκοπείτω δὲ ό τοῦτο ποιῶν, μήποτε διά τὸ μὴ, ὡς
δοῦλος τούτο τελεῖν, συναπολέσῃ καὶ τὸν μισθὸν καὶ
τὸ προσὸν αὐτῷ τῆς ἐξουσίας διὰ κενοδοξίαν ἀξίωμα·
να’. Ὥσπερ ἠ πίστις ἐλπιζομένων ὑπόστασις πέρ
φυκεν , οὕτω ψυχῆς μὲν ἠ φρόνησις, ἀρετῆς δδ ἡ
ταπείνωσις. Καὶ θαῦμα πῶς τὰ αὐτοτελῆ τῶν συμ-
σεῦηκότων δίχα, ἀτελῆ καθεστήκασιν.
νβ’. ι Κύριος φυλάξει τὴν εἷσοδόν σου, φησὶ , καὶ
τὴν ἔξοδόν σου, ι τῶν βρωμάτων δηλονότι καὶ τῶν
ῥημάτων, τῇ ἐγκρατείᾳ. Ἐγκρστῶς γάρ ό ἔχων περὶ
τὴν τῶν βρωμάτων καὶ ῥημάτων εἴσοδόν τε καὶ ἓξ-
οδον, ἐπιθυμίαν μὲν τὴν ἐξ ὀφθαλμῶν ἀποδιδράσκει·
θυμὸν δὲ τὸν ἐξ ἀπονοίας καταπραύνει. Ὧν καὶ δεῖ
πρὸ πάντων ποιεῖσθαι τὴν ἐπιμέλειαν τὸν ἀγωνιζό-
μενον, καὶ παντὶ τρόπῳ σπουδαστέον. Ἐν τούτοις
γὰρ τὸ μὲν πρακτικὸν ἔρρωται, τὸ δὲ θεωρητικόν
ἐστερέωται.
νγ’. Τινὲς μὲν περὶ τὴν εἴσοδον τῶν βρωμάτων
πολλὴν ποιοῦνται τὴν ἐπιμέλειανο περὶ δὲ τῆν ἔξοδον
⁸ Psal. cxx, 8.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.