PG 127, col. 496

Τριὰδι παρίστασθαι, νόσῳ περιπίπτει, ἐν τὸ μα-
κάριον τέλος ἐδέξατο. Αὐτῇ δὲ τῇ ἡμέρᾳ, ὲνῇτοῦ
σκήνους ἐκδημεῖν ἔμελλε, μοναχὸς τις ὀνόματι Λιόνυ
τιος, πρεσϐύτερός τε τὴν ἀξίαν καὶ τῶν ὲν τῇ μονῇ
τὰ πρῶτα φερόντων, τῶν ὀρθρινῶν ὓμνων, ὡς ἔθος,
πέρας λαϐόντων, ὕπνῳ ἑαυτὸν ἐκδεδωκὼς, φωνῆς
ἀκούει βροντῇ παραπλησίας· ἡ δὲ φωνὴ τάδε ἐδή-
λου · ι Ἠτοίμασται τῷ Πατρὶ Βαρθολομαίῳ θρόνος
ἀδιάδοχος. ι Σύντρομος οὖν γενόμενος, καὶ τῆς κέλ
λης ἀναστὰς, καὶ ἅλματι ἐκπηδήσας. ἤρετο τοὺς
παρατυγχάνοντας, εί καὶ⁵ αὐτοὶ τῆς φωνῆς ἠκη-
κόεισανς Τῶν δὲ μηδὲν ἀκηκοέναι φησάντων, ἐκεῖ·
νος. Καὶ μὴν, ἔφη, ἐν τῇ Τουσκουλάνῃ τὴν φωνὴν
ἐκείνην νομίζω ἁκουτισθῆναι. Καὶ ταῦτα μὲν ἡ
φωνὴ, τὰ τῷ ἁγίῳ ἑτοιμασθέντα ἀγαθὰ, καὶ ἧς ἀπο-
λαϐεῖν If. ἀπολαύειν] ἔμελλε δόξης καὶ ἡμῖν κατὰ·
δηλα ποιοῦσα. Ἡμέρας δὲ ήδη κλινούσης, καὶ 6 μα·
κὰριος πρὸς Κύριον ὲξεδήμησεν· καὶ νῦν ἐστιν ὲν
τοῖς οὐρανοῖς Θεὸν ὁρῶν καὶ ὁρώμενος, ὃν ἠγάπησεν,
ὂν ἐθεράπευσεν, ᾧ καὶ ἐντυγχάνει ἀμέσω; τὰς ὑπὲρ
ἡμῶν ἱκετηρίας ποιούμενος.
κ’. Οὐ δίκαιον δὲ τὺ μετὰ τὴν αὑτοῦ ἐκδημίαν
γενόμενον θαῦμα παριδεῖν ἀδιήγητον, τῇ φωνῇ μᾶλ-
λον, τῇ τῷ μονα.χῷ Λεοντίῳ ἀκουτισθείσῃ, ἰσοδυνα-
μοῦν, καὶ ταύτῃ τοῦτο πιστούμενον. ’Έτερὸς τις
μοναχὸς, Φράγγος λεγόμενος, ἀσθενείᾳ περιπεσὼν,
τὸ χρεὼν, ὡς ἐδόκει, ἀπῄτει· καὶ τῆς φωνῆς αὐτῷ
ἐκλιπούσης, νεκρὸς ἑωρᾶτο, ἄπνους, ἀκίνητος. μη-
δεμίαν ζωτικὴν δύναμιν ἐμφαίνων. Συνδρομῆς οὖν
τῶν ἀδελφῶν, ὡς εἰκὸς, γενομένης, καὶ τῶν μὲν
ταφῇ παραδιδόναι λεγόντων, τῶν δὲ ἐπὶ τούτῳ ἁνα-
6αλλομένων, ὴ μὲν ἡμέρα ταῖς ἀρχαῖς τῆς νυκτὸς
ἤδη ἐπλησίαζεν θ 6 κείμενος δὲ αὖθις νεκρὸς ἑωρᾶτο.
Λοῦσαι τοίνυν αὑτὸν τὸ ἐπιτάφιον προθυμηθέντων,
ὡς τὸ ὕδωρ αὐτῷ ἔϐαλον, καὶ περιστρέφειν ἔνθεν
κάκεῖθεν ἐπειρῶντο, ἄφνω 6 νεκρὸς ζῶν ἦν. καὶ
[ί. add. ὁ] πρὸ μικροῦ ἄφωνος, λαλῶν ἐδείκνυτο,
καὶ τοῖς λούουσιν ἐπιμεμφόμενος ἔλεγε · Τί με, ἁδελ-
φοὶ, βιᾶσαι ἐπεχειρήσατες Διὰ τί δέ με ἡδέως ὑπνώτ-
τοντα διυπνύσατε; OE δὲ πρὸς αὐτόν· Νεκρὸν σε
D ὃλην τὴν ἡμέραν βλέποντες, νυνὶ λοῦσαι διενοήθη-
μεν. Αὖθις οὖν ὁ κείμενος διηγεῖσθαι ἀπήρξατο·
Ἐγὼ, εἴτε ἐνδημῶν εἴτε ἐκδημῶν τοῦ σώματος,
ἐώρων ’ἐμαυτὸν ἐν τινι τόπῳ μόνον πορευόμενον ·
δύο δὲ περιστερὰς προπορευομένας μου, ὧν ὴ μὲν
μία λευκὴ, θατέρα δὲ μέλαινα, περιῖπταντό με,ἠ
μὲν λευκὴ δεξιὰ, ὴ δὲ μέλαινα ἐξ ἀριστερῶν. OG-
τως οὖν ἐκείνων προ-πορευομένων, κάμοῦ ἑπομένου,
ἐν τινι χώρῳ κατηντήσαμεν, 6 δὲ χῶρος φωτὸς ἀρ-
ρήτου καὶ εὐωῖίας ὲπέπληστο, ὲν ᾧ χώρῳ προσ-
εσχηκὼς, τὸν Πατέρα ἡμῶν τεθέαμαι ἱστάμενον·
κύκλῳ δὲ αὑτοῦ πλῆθος πενήτων, αὑτὸν δὲ μέσον
τὴν χεῖρα ἐκτείνοντα, καὶ ὡς δὴ ἐπιχορηγοῦντα αὑ-

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.