PG 130, col. 1198

συγκατενεγκεῖν αὑτὸν τερατολογοῦσι, δι’ αὐτῆς δὲ ὡς
διὰ σωλῆνος διεληλυθέναι, καὶ ταύτην τὴν ἄσπιλον
καὶ καθαρὰν Παρθένον μετὰ τδν σωτήριον τόκον ἑτέ-
ρους υἱοὺς ἑκ τοῦ Ἰωσὴφ παιδοποιῆσαι. Ὡσαύτως
καὶ τὴν κοινωνίαν τοῦ τιμίου σώματος καὶ αἵματος
Χριστοῦ τοῦ Θεοῦ ἡμῶν μυρίαις ῦὸρεσι πλύνοντες ,
ἀποδέχεσθαί φασι σῶμα καὶ αἷμα τερατολογοῦντες
τὰ δεσποτικὰ ῥήματα , ἃ. καί φασι μεταδιδόντα τοῖς
ἀποστόλοις είπεῖν· Λάϐετε, φάγετε, καὶ πιέτε·
ἀλλ’ ούκ ἄρτον ποθὲν , ἢ οἶνον προσαγαγόντα. Kal. τὸν
ζωοποιὸν δὲ σταυρὸν δυσφημοῦντες, φασὶν αὑτὸν
προσκυνεῖν , καὶ ἀποδέχεσθαι σταυρὸν , οἱ πλάνοι καὶ
⁸ο Β γόητες, αὑτὸν ἀναπλάττοντες τὸν Χριστόν. Kal. γάρ
αὐτὸς , φασίν, είς σταυροῦ σχῆμα τὰς χεῖρας ὲξήυ
πλωσε. Τὸν ἀληθῶς δὲ σταυρὸν, ἆτε δὴ ξύλον φασι,
καὶ κακούργων ὄργανον, καὶ ὑπὸ ἀρὰν κείμενον, οὐ
δεῖ προσκυνεῖν καὶ ἀσπάζεσθαι. Ἀλλά καὶ γὰρ τοὺς
ἱεροὺς προφήτας , καὶ πᾶσαν τὴν παλαιάν Γραφὴν ,
καὶ τοὺς ἄλλους ἀποστρέφονται ἁγίους , λῃστὰς αύ-
τούς καὶ κλέπτας ἀποκαλοῦντες. Μάλιστα δὲ τῶν
ἀποστόλων τὸν κορυφαῖον Πέτρον δυσφημοῦσιν, ὅ;ι
γέγονεν ἔξαρνος τῆς εἰς τόν διδάσκαλον καὶ Χριστὸν
πίστεως, καίτοι γε τοῦ διδασκάλου αὐτῶν Μάνεντος
διαπρυσίως αὐτοῖς ὲμὸοῶντος, καὶ λέγοντος ὠς Ούκ
εἰμί ἐγὼ ἄσπλαγχνος, ῶς δΧριττὸς, ὁ εἰπὼν, Ὀσο
τις με ἀρνήσηται ἔμπροσθεν τῶν ἀνθρώπων, ἀρ-
νήσομαι αὑτὸν κάγώ. Ἀλλ’ ἐγὼ λέγω, Τὸν ἀρνησά-
μενόν με μετά χαρᾶς προσδέχομαι, καὶ τὴν ἄρνησιν
αὑτοῦ , καὶ τὸ ψεῦδος , ὼς φυλακὴν καὶ συντήρησιν
τῆς ἐμῆς ὁμολογίας ἡγήσομαι. Ἀλλ’ οὖν οὕτως ἔχον·
τες, και μυριάκις τὴν ἑαυτῶν ἐξαρνούμενοι πίστιν
αὐτοὶ τὸν πρὸς βραχύ τι τοσούτων ᾳόεων περιεστη-
κότων ἀνθρώπινόν τι παθόντα Πέτρον, καὶ πρὸς ἄρ-
νησιν ὑπολισθήσαντα ἀπόόλητον παντελῶς καὶ ἀπο-
τρόπαιον τίθενται, ού δι’ ὃ προφασίζονται, ἀλλ’ ὃ
σιγῶσι καὶ ἀποκρύπτονται ο διότι περὶ τῆς astuan-
σίας αὐτῶν προανεκήρυξε λέγων’ Σπουδάσατε
ἄσπιλοι καὶ ἄμωμοι αὐτῷ εὑρεθῆναι ἐν εἰρήνῃ ,
καὶ τὴν τοῦ Κυρίου ἡμῶν μακροθυμίαν σωτηρίαν
ἡγεῖσθε, καθὼς καὶ ὀ ἀγαπητὸς ἡμῶν Παῦλος
κατὰ τὴν δοθεῖσαν αὐτῷ σοφίαν ἔγραψεν ὑμῖν,
καὶ ἐν πάσαις ταῖς ἐπιστολαῖς αὑτοῦ ,λαλῶν ἐν
αὑταῖς περὶ τούτων, ἐν οἷς ἐστι δυσνόητά τινα ,
d οι ἀμαθεῖ( καὶ ἀστήρικτοι στρεϐλοῦσιν, ὡς καὶ
τὰς λοιπὰς Γραφὰς πρὸς τὴν ἰδίαν αὐτῶν ἀπώ-
λειαν. Ta γὰρ τοῦ κορυφαίου ταῦτα λόγια ἄντικρυς
τὴν αὐτῶν προανακηρύττει τόλμαν τε καὶ δυσσέ-
ϐειαν, οἳ αὑτά τε τὰ Κυριακά λόγια, καὶ τά ἀποστο-
λικὰ, καὶ τὰς ἄλλας Γραφάς, φημὶ δὴ τάς τε Πρα-
ξεις τῶν ἀποστόλων, καὶ τὰς Καθολικάς λεγομένας,
πλὴν τῶν ἀναφερομένων είς τὸν κορυφαῖον, ὲκείνας
γὰρ οὐδὲ τοῖς ῥήμασι παραδέχονται, στρεϐλοῦσιν,
ὡς εἴρηται, καὶ διαστρέφουσι πρὸς τὴν ἰδίαν ἀπώ-
λειαν. Καὶ τὰς Πράξεις δὲ τῶν ἀποστόλων , καὶ τὰς

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.