PG 130, col. 1309

ἁγίων εἰκόνων εἴρηται ἐν τῷ κατὰ τῶν Είκονομά-
χων τίτλῳ.
ιβ’· Ἐρωτηθεὶς παρ’ ἡμῶν ὁ τῆς αἱρέσεως αὐτῶν
ἔξαρχος, Πῶς ἀποδοκιμάζετε τοὺς ἐν ἁγίοις ἱεράργας
καὶ τοὺς μακαρίους Ματέρας, ὧν τὰ λείψανα θαυμα-
τοινργοῦσι ; διάρας τὰ βέϐήλα χείλη ἐξηρεύξατο λόγον
πονηρόν. Εἷπε γὲρ, ὅτι συγκεκλήρωνται τούτοις δαί-
μονες, οἳ διδάξαντες αὐτοὺς ἔτι ζῶντας, οἳ τοῖς τά-
φοις αὐτῶν πλραμένοντες τερατοιδργοῦσιν εἰς apd:-
ωπον αὐτῶν ἵνα τοὺς ἀνοήτους ἐξαπατήσωσι, καὶ
πείσωσι τιμᾷν τοὺς ἀνάγνους ὡς ἁγίους. Τοσαῦτα
γὰρ δύνασθαι τοὺς δαίμονας, ὅσα. δή καὶ βούλονται
λασόντας ἄνωθεν ἐξουσίαν ἄχρι πέρατος τῶν ἑπτὰ
αίὼνων. Ἀλλά πόθεν τοῦτο μεμαθηκὼς ἔχεις, ὦ λῆρε
καὶ παράφορε; Ποῦ δέ καὶ θήσεις τὸ εύαγγελικὸν
ἐκεῖνο τὸ κατὰ τὸν καιρὸν τοῦ Δεσποτικοῦ πάθους
ῥηθὲν τὸ λέγον, Νῦν ἄρχων τοῦ κόσμου τούτου
ἐκϐληθήσεται ἔξω ; Εἰ δὲ ὀ ἄρχων, πολλῷ μᾶλλον οἱ
ἀρχόμενοι δαίμονες. Πῶς δὲ καὶτοῖς λειψάνοις τῶν
μακαρίων Πατέρων συγκεκλήρωνται οἱ φρίσσοντες
αὐτά δαίμονες; Πολλάκις γὰρ τῶν δαιμονιζομένων
ἐγγιζόντων τοῖς τάφοις αὐτῶν, δραπετεύουσιν οἱ
δαίμονες, καθάπερ ὑπὸ πυρὸς τῆς δυνάμεως τῶν
λειψάνων μαστιζὸμενοί τε καὶ ἐλαυνόμενοι. Εἰ δὲ τά
λείψανα τούτων δραπετεύουσι τοὺς δαίμονας , πολλῷ
μᾶλλον ἐκεῖνοι ζῶντες ἐδίωκον αὐτοὺς, καὶ οὐδὲ προσ-
ιγγίσαι τούτοις ἐτόλμων ἐκεῖνοι φεύγοντες ὡς αίκί- C dt
ζοντας. Εἰ δὲ ἔφευγον αὐτοὺς, πρόδηλον, ὅτι ού συν-
ῴκουν, ούδέ ἐδίδασκον.
ιγ’. Λέγουσιν ἀπ’ αὐτῶν μὲν μόνων, ’ήτοι τῶν Βογο-
μίλων, φεύγειν ἀεὶ τοὺς δαίμονας ὡσεὶ τόξου βολὴν,
ἑκάστῳ δὲ τῶν ἄλλων ἁπάντων ἐνοικεῖν δαίμονα, καὶ
διδάσκειν αὐτὸν τὰ πονηρά, καὶ ἄγειν ἐπὶ τὰς ἀν-
οσιουργίας, καὶ ἀποθνήσκοντος ἐνοικεῖν αὖθις τοῖς
λειψάνοις αὑτοῦ, καὶ παραμένειν τῷ τάφῳ, καὶ. ἀνα·
μένειν τήν ἀνάστασιν, ἵνα σὺν αύτῷ κολασθείη, καὶ
μηδ’ ἐν τῇ κολάσει τούτου διαχωρίζοιτο. Τὸ μὲν οὖν
ἐνοικεῖν ἑκάστῳ τῶν ἀνθ ρώπων δαίμονα ἀπὸ τῆς τῶν
Μασαλιανῶν ἔχουσιν αἱρέσεως, καὶ ζήτησον ὲν τῷ
κατ’ ἐκείνων τίτλῳ τὸ ε’ κεφάλαιον, καὶ τὰ ἐφεξῆς
ὀκτὼ, καὶ μαθήσῃ τὴν ἀτοπίαν τοῦ δόγματος. Τῆς
ἀρχῆς δὲ ψευδοῦς ἐλεγχθείσης, καλ⁵ τὸ τέλος τοιοῦτον
συναποδείκνυται, τὸ περὶ τῶν λειψάνων λέγω. καὶ
τῆς ἐν αὐτοῖς οἰκήσεως τῶν δαιμόνων. Καὶ καθ’ ἕτερον
δὲ λόγον, εί παρέμενεν ἑκάστῳ τῶν τεθνεώτων δαί-
μων ἐκδεχόμενος τὴν τελευταίαν ἀνάστασιν, ἐπέλει-
ψαν ἂν οἱ δαίμονες. Ἀπὸ γὰρ Ἀδὰμ ἄχρι καὶ νῦν
ἀπέθανον ἄνθρωποι μυριάδες ἀναρίθμητοι. ’Ότι ,δὲ
οὐ φεύγουσιν ἀπὸ μόνων τῶν Βογομίλων οἱ δαίμονες,
ἀλλὰ καὶ συνδιάγουσι μᾶλλον, καλ⁹ παρῤησιάζονται
πρὸς αὐτοὺς, δῆλον ἀπό τε τῆς ἄλλης πλάνης αὑ-
τῶν, καὶ τοῦ φαίνεσθαι τούτοις ἐν σχήμασι διαφόροις,
καὶ ὑποκατιὼν εὑρήσεις.
ιδ’ . ’Λτιμάςουσιτὸν θεῖον σταυρὸν, ὠς ἀναιρέτην τοῦ
³ Joan.xu, 51.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.