PG 130, col. 1312

λικώτατὸν τε καὶ⁵ φοϐερώτατον τοῖς ἐχθροῖς, ἆτε τῷ
Δεσποτικῷ αἵματι καὶ ὕδατι καταρῤαντισθείς· Εἴρηται
δὲ περὶ τούτου καὶ ἐν τῷ κατὰ τῶν Ἀρμενίων τίτλῳ,
καὶ ζητητέον ἐκεῖ κεφάλαιον ιδ’.
ιε’. Ἐρωτηθεὶς αὖθις παρ’ ἡμῶν ὁ δηλωθεὶς ἔξαρχος
τῆς αἱρέσεως, Πῶς οἱ δαιμονῶντες προστρέχουσι
τῷ Σταυρῷ, καὶ καθυλακτοῦσιν ; ἀπεκρίνατο, φιλεῖ-
σθαι μάλιστα τὸν σταυρὸν ὑπὸ τῶν ἐνοικούντων a13-
τοῖς δαιμόνων, ὼς οἰκεῖον ἔργον. Αὐτοὶ γὰρ, φησὶ,
τοῦτον κατεσκεύασαν είς ἀναίρεσιν τοῦ Σωτῆρος.
Ἔστι δ’ ὅτε καὶ καθυϐρίζειν τοῦτον ὲν ὑποκρίσει.
καὶ φεύγειν αὐτὸν πολλάκις ἑκουσίως, ἵνα βλέποντες
οἱ ἄνθρωποι τιμῶσι μᾶλλον αὐτὸν, ὡς ἐχθρὸν καὶ
διώκτην τῶν δαιμονίων. Ἔχει δὲ παρ’ ἡμῖν ούχ οὕτω
τὸ ἀληθές. ’Έλκεσθαι μὲν γὰρ καὶ ἄκοντας ὑπὸ τῆς
τοῦ Σταυροῦ δυνάμεως, καὶ ἵνα βασανίζωνται. 'll
γὰρ ὑλακὴ καὶ αἱ στρεδλώσεις τοῦ σώματος τῶν
δαιμονιζομένων, καὶ οι τιναγμοὶ, τεκμήριόν εἰσι τῆς
βασάνου τῶν δαιμόνων. ’Υὸρίζουσι δὲ αὑτὸν, ὡς ὲχ-
θρὸν, καὶ φεύγουσιν ὡς διώκτην.
ις’. Τὸ μὲν παρ’ ἡμῖν βάπτισμα τοῦ Ἰωάννου λέγου-
σιν, ὡς δι’ ’ὕδατος ἐπιτελούμενον, τὸ δὲ παρ’ αὐτοῖς
τοῦ Χριστοῦ διὰ 11νεύματος, ὡς δοκεῖ αὐτοῖς, τελού-
μενον. Aio καὶ τὸν προσερχόμενον αὐτοῖς είτν.να⁶5αττ·ιςὶ⁸
ζουσι, πρῶτα μὲν ἀφορίζοντες αὐτῷ καιρὶν είς
ἐξομολόγησιν, καὶ ἁγνείαν, καὶ σύντονον προσευχὴν,
εἶτα τῇ κεφαλῇ αὑτοῦ τὸ κατὰ Ἰωάννην Εὐαγγέλιοτ
ἐπιτιθέντες, καὶ τὸ παρ’ αὐτοῖς ἆγιον Πνεῦμα ἐπι-
καλούμενοι, καὶ τὸ, Πάτερ ἡμῶν, ἐπᾴδοντες. Μετὰ Et
τὸ τοιοῦτον βάπτισμα καιρὸν αὗῦις ἀποκ>.ηροίσιν
είς ἀκριϐεστέραν ἀγωγὴν, καὶ πολιτείαν ἐγκρατε-
στέραν, καὶ καθαρωτέραν προσευχὴν, εἶτα μαρτυ-
ρίαν ἀπαιτοῦσιν, εί ἐφύλαξε .πάντα, εί σπουδαίοις
διηγωνίσατο, καὶ μαρτυρούντων ἀνδρῶν, ὁμοῦ καὶ.
γυναικῶν ἄγουσιν αὑτὸν ἐπὶ τὴν θρυλλοσμένην τε-
λείωσιν, καὶ στήσαντες τὸν ἄθλιον κατὰ ἀνατολὰς
ἐπιτιθέασιν αὖθις τῇ μιαρᾷ τούτου κεφαλῇ τὸ Εὐαγ-
γέλιον, καὶ τὰς ἐναγεῖς αὐτῶν ἐπέχοντες χεῖρας οἱ
παρατυχόντες ἀνδρες καὶ γυναῖκες τὴν ἀνόσιον ἐπᾴ-
δουσι τελετήν. Α’ύτη δέ ἐστιν εύχαριστήριος ὕμνος,
Io ι) ὅτι διεφύλαξε τὴν παραδεδομένην ἀσέϐειαν. Καὶ ού-
τω τελοῦσι, μᾶλλον δὲ συντελοῦσι, καὶ καταποντί-
.ζουσι τὸν βυθοῦ καὶ διαφθορᾶς ἐπάξιον. Εἰ μὲν οὖν
ῦδατι μόνῳ τὸ καθ’ ἡμᾶς ἐτελεῖτο βάπτισμα, ἦν ἂν
οὕτω τοῦ Ἰωάννου τὸ ἡμέτερον βάπτισμα ’ ἐπεὶ δὲ
οὐχ ὕδατι μόνον, ἀλλὰ καὶ ἁγίῳ Πνεύματι τελεσιουρο
γεῖται,καθὼςὸΚύριος ἐδίδαξεν εἰπὼν, Ἐὰν μή
τις γεννηθῇ δι’ ὕδατος καὶ Πνεύματος, οὐ μὴ
εισέλθῃ εις τὴν ,ϐασιλείαν τοῦ Θεοῦ, μάτην
ὑλακτοῦσιν. Εἴρηται γὰρ καὶ ὲν τῷ κατὰ τῶν Παυ-
λικιάνων τιτλῳ περὶ τοῦ ἁγίου βαπτίσματος ἀκρι.
δέστερον, καὶ ζήτησον ἐκεῖ τὰ περὶ τούτου κεφάλαια.
Ἀλλὰ τὸ μὲν ἡμέτερον βάπτισμα κατὰ τὸ ῥηθὲν

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.