PG 133, col. 128

τράσι τυγχάνεις. Τί οῦν ; τούτων εἴπωμεν τοῦς
ὅρους καὶ τὴν ἑρμηνείαν ; ἢ τούτῳ μόνῳ ἀρκούμεθα,
ὅτι ἡούσία καὶὴ φύσις καθόλου ἐστίν’ ἡ δὲ ὑπό· ,
στασις καὶ τὸ πρόσωπον, καθέκαστον ;
Ὀ ΚΑΘ. Εἴ σοι φορτικόν οῦκ ἐστι λέγειν, ἐγὼ
ἡδέως ἀκούσομαι.
'0 ΘΕΩΡ. Ἐγὼ ἐμὸν μὲν οὐδὲν ἐρῶ, ἀλλ’ ὅπερ
οί τῆς Ἐκκλησίας φωστῆρες ἡμᾶς ὲξεπαίδευσαν.
'0 ΚΑΘ. Κάγὼ τοῦτο ἐπιθυμῶ μαθεῖν, τί ἐστιν,
ὅπερ οἱ τῆς Ἐκκλησίας εἷπον διδάσκαλοι.
'0 ΘΕΩΡ. Ol ἆγιοι Πατέρες τὴν οὐσίαν οὕτως ὦρί ο
σαντο. Οὐσία ἐστὶ πρώτως τε καὶ κυρίως, πᾶν
ὅτιπερ αὑθυπόστατον ὑπάρχει, καὶ μὴ ὲν ἑτέρῳ
ἔχει τὸ εἶναι. Τί δέ ἐστιν αὑθυπόστατονς ὃ καθ’
ἑαυτὸ ἔστι, καὶ οὐ δι’ ἄλλο, ξοῦτε ὲν ἑτέρῳ ἔχει τὸ
εἶναι· τουτέστιν, ὑμὴ χρῄζει τινὸς ἄλλου ἔξωθεν
αὑτοῦ είς τὸ ὑπάρχειν· οἷόν τι λέγω τὸ χρῶμα,
τουτέστι τὸ λευκὶν καὶ τὸ μέλαν · καὶ τὰ τοιαῦτα
οὑ δύνανται καθ’ ἑαυτὰ εἶναι, χωρὶς σώματος τοῦ
δεχομένου αὐτά ο καὶ διὰ τοῦτο οὐδὲ οὐσίαν λέγομεν
εῖναιτο χρῶμα. Τὸ δὲ σῶμα αὐτὸ, ὲν ᾧ ἐστι τὸ
χρῶμα, οὐ δέεται τοῦ χρώματος, είς τὸ εἶναι σῶμαο
ἀμέλει καὶ τῶν χρωμάτων άλλασσομένων. αὐτὸ
οὐκ ἀλλάσσεται ⁶ καὶ γάρ ὲκ λευκοῦ γίνεται μέλαν,
καὶ ὲκ μέλανος ξανθὸν, ἢ ἓτερον χρῶμα μεταμφιά·
ζεται· αὐτὸ δὲ μένει, ὅπερ ἐστὶν, ἀεί. Ἔστιν οὖν
τὸ μὲν χρῶμα διὰ τδ σῶμα ἵνα χρὼζῃ αὑτόο τὸ δὲ
σῶμα οὐ διὰ τὸ χρῶμα, ἀλλὰ δι’ ἑαυτό· καὶτό
μὲν χρῶμα ὲν τῷ σώματι ἔχει τὸ εἷναιο τὸ δὲ
σῶμα οὐκ ἐν τῷ χρώματι, ἀλλ’ ὲν ἑαυτῷ ἔχει
τὸ εἶναι. Διά τοῦτο οὖν τὸ σῶμα οὐσίαν καλοῦ-
μεν, ὲπειδὴ αὺθυπόστατόν ἐστι, καὶ ἐν ἑαυτῷ, οὐκ
ἐν ἑτέρῳ ἔχει τὸ εἶναι. Οὐκοῦν πᾶν ὅτιπερ αὑθ-
υπόστατόν τε ὑπάρχει, καὶ ὲν ἑαυτῷ, καὶ μὴ ὲν
ἑτέρῳ ὑπάρχει, οὐσία. Ἐστι δὲ ταῦτα ἢ ὑλικὰ,
ἢ άῦλα, ὑλικά μὲν, γῆ, ὕδωρ, ἀὴρ, πῦρ, καὶ τά ὲκ
τούτων συνθέντα, λίθος, φυτὸν, ἔμψυχον σῶμα· άῦλα
δὲ, ψυχὴ λογικὴ, ἄγγελος. Ταῦτα μὲν οὖν, ὼς ἔφην,
οὐσία καλοῦνται. Ὀ γάρ Θεὸς,ὑπεροὺσιος,ὑπερέκεινα
πάσης οὐσίας, καὶ εί τι τούτων πορρωτέρω ὑπάρχει.
Τί μὲν οῦν ἐστιν οὐσία, ἔχομεν ἐγνωσμένον. Φύσις δέ
ἐστιν ἀρχὴ τῆς ἑκάστου τῶν ἀπηριθμη μένων τούτων
κινήσεώς τε καὶ ἠρεμίας, ἑν οἷς πρώτοις αὐτοῖς
ὑπάρχει, καὶ οὐ κατὰ συμϐεϐηκός. Οἷόν τι λέγως ἠ
γῆ κινεῖται μὲν, κατὰ τὺ βλαστάνειν, καὶ ζωογονεῖν,
καὶ τὸ ὅλον ἀλλοιοῦσθαι, κατὰ ταῦτα αὐτὰ είς αὐτὸ
μεταϐαλλομένηο ἠρεμεῖ δὲ κατὰ τὴν άπὸ τόπου είς
τόπον μετάὸασιν, ἀκίνητος οὖσα παντελῶς καὶ ἀπό-
ρευτος. Τὴν οὖν ἀρχὴν τῆς τοιαύτης ἠρεμίας τε καὶ
κινήσεως, οὑσιωδῶς τῇ γῇ ἐνυπάρχουσαν, οὐκ ἐκ
τινος δὲ αἰτίας αὐτῇ γενομένην, φύσιν καλοῦμεν.
Παρῆκται δὲ αὐτὸ τὸ ὄνομα τῆς φύσεως παρὰ τδ
πεφυκέναι, τουτέστιν ὑπάρχειν. Ὥστε τὸ αὐτὸ ση-
μαίνει τδ ὄνομα τῆς οὐσίας καὶ τῆς φύσεως ο τὺ μὲν

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.