PG 136, col. 772

Τὸ τῆς θεολογίας μυστήριον τὴν ὲκ τῆς ἀϐασανί-
στου πίστεως ἐπιζητεῖ συγκατάθεσιν. Πιστεῦσαι
γὰρ δεῖ ὅτι ἔστι Θεὸς, οὐχὶ ζητῆσαι καὶ λογομαχῆ-
σαι τὸ, τί ἐστι. Καὶ ὅλως εί ἠ πίστις ἐστὶν ἐλπιζο-
μένων ὑπόστασις πραγμάτων, ἐλεγχος οὐ βὶῗεπομέ-
νων, μὴ φιλονείκει ἰδεῖν ἤδη τά μακρὰν ἀπῳκισμένα,
μήτε τὰ ἐλπιζόμενα ἀμφίϐολα καταστήσῃς, διὰ τὸ
μήπω αὐτῶν δύνασθαι κατά τὴν γνῶσιν ἐφάπτε-
σθαι.
Πίστις ἐστὶ συγκατάθεσις ἀδιάκριτος τῶν ἀκου-
σθέντων ὲν πληροφορίᾳ τῆς ἀληθείας, τῶν κηρυχθέν-
των Θεοῦ χάριτι, ἥντινα ἐπεδείξατο ’Ᾰϐρυάάμ,
μαρτυρηθεὶς, ὅτι οὐ διεκρίθη τῇ ἀπιστίᾳ, ἀλλ’
ἐνεδυναμώθη τῇ πίστει, δοὺς δόξαν τῷ Θεῷ, καὶ
πληροφορηθεὶς ὅτι δ ἐπήγγελται Θεὸς, δυνατός ἐστι
καὶ ποιῆσαι.
Εὑσεϐείας ἐπὶ πᾶσι φροντιστέον, ἢν μητέρα φασὶ
τῶν ἀρετῶν, ὀρθῶς λέγοντες. Αὕτη γάρ ἐστιν ἀρχὴ
καὶ τελευτὴ πασῶν τῶν ἀρετῶν.
Τὸ ειδέναι Θεὸν καὶ τὴν πάντων συνεκτικὴν τε
καὶ ποιητικὴν αἰτίαν, καὶ ὄψις διδάσκαλος, καὶ ό
φυσικὸς νόμος“ ἡ μὲν τοῖς ὁρωμένοις προσϐάλλουσα
καὶ πεπηγόσιν, ό δὲ δι’ αὐτῶν τῶν ὁρωμένων καὶ
τεταγμένων τὸν ἀρχηγὸν τοῦτον συλλογιζόμενος.
Κρεῐσσον ὑπαίθριος πίστις πολυτελοῦς ἀσεϐείας,
καὶ τρεῖς συνηγμένοι ἑν ὀνόματι Κυρίου πολλῶν
ἀρνουμένων θεότητα.
Οὐδὲν οὕτω τῷ Θεῷ μεγαλοπρεπὲς, ὡς λόγος κε-
καθαρμένος, καὶ ψυχὴ τελεία τοῖς τῆς ἀληθείας
δόγμασιν.
. Μόνον ἀμετάπτωτον ἀγαθὸν καὶ παραμένον ἡ
εὐσέϐεια. Τὸ γὰρ οὐκ ἐφικτὸν οὐδὲ πιστὸν, πῶς διὰ
Ξένό φθόνον; ψυχαῖς γάρ βεϐήλαις οὐδὲν τῶν καλῶν
ι πιστόν.
ιοπιστον.
Τοῦτο μάλιστα πίστεως, μὴ ζητεῖν εὐθύνας τῶν
πραττομένων, ἀλλὰ πείθεσθαι τοῖς ἐπιταττομένοις.
Τὸν εὐσεϐῆ καὶ πιστὸν ἄνδρα οὓτω βεϐαίως δια-
κεῖσθαι χρὴ πρὸς τὰς ἐπαγγελίας τοῦ Θεοῦ, ὥστε
κᾶν ἐναντία αὐτοῖς φαίνηται τὰ γινόμενα, μηδὲ οῦ-
τως ταράττεσθαι, μηδὲ ἀπογινώσκειν τὴν ἔκϐασιν.
Ὅρα γοῦν, ό πιστὸς Ἀϐραὰμ τίνα μὲν ὑπόσχεσιν
ἐδέξατο, τίνα δὲ πράττειν ἠναγκάζετο.
Πίστις μήτηρ καὶ στεφάνη καὶ συμπεραίωσις τῶν
ἀρετῶν ὑπάρχει.
Βέλτιον ἀποροῦντας σιωπᾷν καὶ πιστεύειν, ἢ
ἀπιστεῖν διὰ τὸ ἀπορεῖν.
Πᾶν τὸ κτιστὸν ἔξω τῆς θείας φύσεως εἶναι νοεῖν
ἐπαιδεύθημεν ο μόνην δὲ τὴν ἄκτιστον φύσιν λα·

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.