PG 136, col. 793

Διά γάρ τῶν τοιούτων λαμπρότερος ἔσται μειζό-
νως.
Πολλοὶ πολλάκις αὑτὰς τάς ἀρετάς, διὰ τοὺς πί-
νους φεύγοντες, διά τὴν ἐξ αὐτῶν εὐφημίαν αἱροῦν-
ται πονεῖν.
Θεῷ τοίνυν οὺ τὸ ἠναγκασμένον φίλον, ἀλλά τὸ
ἐξ ἀρετῆς κατορθούμενον· ἀρετὴ δὲ ὲκ προαιρέσεως,
καὶ οὐκ ἀνάγκης γίνεται.
Οὐχ ὁ τόπος τὴν ἀρετὴν, ἀλλ’ ἡ ἀρετὴ πέφυκε τὸν
τόπον σεμνύνειν.
ἸΙ τοῦ κακοῦ στάσις ἀρχὴ τῆς κατ’ ἀρετήν ἐστιν
ὁρμῆς.
’Λδέσποτον ἠ ἀρετὴ, καὶ ἑκούσιον, καὶ ἀνάγκης
πάσης ἐλεύθερον.
’Ὠσπερ τὸ τῆς ζωῆς τέλος ἀρχὴ θανάτου ἐστὶν,
οὕτως καὶ τοῦ κατ’ ἀρετὴν δρόμου ἡ στάσις ἀρχὴ τοῦ
κατὰ κακίαν γίνεται δρόμου.
Ἦ τοῦ πονηροῦ ἀλλοτρίωσις τῆς πρὸς τὸ ἀγαθὸν
οἱκειὼσεως ἀφορμὴ γίνεται.
Τὸ ἔξω τῶν κακῶν γενέσθαι ἐντός ἐστι τῶν ἀγα-
θῶν καταστῆναι.
Δυσεπίτευκτον μὲν εἶναι τὴν ἀρετὴν, μυρίοις
ἱδρῶσι καὶ πόνοις, σπουδῇ καὶ καμάτῳ μόγις κατ-
ορθουμένην, παρὰ τῆς θείας Γραφῆς ἐδιδάχθη-
μεν.
Κακίας ἔξοδος ἀρετῆς εἴσοδον ἐργάζεται, ὡς καὶ α
τούναντίον ὑπεκστάντος ἀγαθοῦ, τὸ ἐφεδρεῦον κακὸν
ἐπεισέρχεται.
’Δρεταὶ μόναι τά τῶν ἀνθρώπων πράγματα κυ-
ϐερνᾷν ἐπίστανται.
Ἦ θεωρία τῆς ἀρετῆς παγκάλη, καὶ ἡ πρᾶξις καὶ
ἡ χρῆσις περιμάχητος.
Χαῖρε τὴν ἀρετὴν ἡνίκα πράττειςο ἀλλὰ μὴ ἐπαί-
ρου, μή ποτε τὸ ναυάγιον ὲν τῷ λιμένι γένηται.
Χρὴ τὴν ἀρετὴν μὴ χωλεύειν καθ’ ἕτερον, ἀλλ’
ἔργῳ καὶ λόγῳ ὀρθὴν καὶ ἀπηρτισμένην κατ’ die:
φότερα εἶναι.
Οὐκ ἔνι ὲκ τοῦ παραχρῆμα λαμϐάνειν τὰς ἀρε-
τάς. Σμικροτς γὰρ τὰ μέγιστα πῶς ἄν τις ἕλοιτο πό- __
νοισιν ;
Βραχεϊα ἡ ἀρετὴ, καὶ ὄρθιος οἶμος ἐπ’ αὖ·
τὴν, καὶ οὐκ ἄν τις ἕλοιτο ταύτην δίχα πόνου μα-
κροῦ.
Μισθὸς ἀρετῆς ἔπαινος.
Ol πονηροὶ τῶν ἀνθρώπων, κᾶν χρηστότητά τινα
ὲπαγγέλλωνται, διὰ τὸν τρόπον οὐ πιστεύονται.
’Δνδριάντα μὲν τὸ σχῆμα, ἄνδρα δὲ ή πρᾶξις κο-
σμεῖ.
Οὕτως ζῇν προαιροῦ, ὡς μήτε ὑπὸ τῶν δυνατω-
τέρων καταφρονεῖσθαι μήτε τοῖς καταδεεστέρως φο-
ϐερὸς εἶναι.
Εὖ σοι τὸ μέλλον ἔξει, ἂν τὸ παρὸν εὖ τιθῇς.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.