PG 137, col. 1133

χιτῶνας, καὶ γυμνωθέντας, καὶ ἢ είς τὰς χεῖρας
αὐτῶν πρὸς βίαν ἀκόντων ἐκείνων ἐμϐαλόντων τι
τῶν βιαζομένων, οἷον λιϐανωτὸν ἢ ἕτερόν τι εἰς θυ-
σίαν τοῖς εἰδωλολάτραις προσαγομένων, ἦ βρῶμά τι
τῶν εἰδωλοθύτων δεξαμένους εἰς τὸ στόμα, πρὸς
ἀνάγκης αὐτὸ τῶν βιαστῶν ἐμϐαλόντων, τοὺς τοιοῦ-
τόν τι πεπονθότας, βοῶντας δὲ διόλου ὅτι sisi.
Χριστιανοὶ, καὶ διὰ τοῦτο πενθοῦντας, καὶ τῇ τε
καταστολῇ καὶτῷ σχήματι τὺ πένθος ἐνδεικνυμέο
νους (καταστολὴ δὲ τοι μέτριον καὶ κατεσταλμένον
τοῦ ἤθους ὲστὶν),ἢ τὰ περιϐλήματα καλή στολή ο
σχῆμα δὲ, ἡ ἔξωθεν φαινομένη κατήφεια, τὴν λύπην
δηλοῦσα, ὃ καὶ βίου ταπεινότητα ὠνόμασεν ὁ και
νὼν ο τούτους οὖν μηδὲν ἁμαρτῆσαι οἱ Πατὲρες
φασίν ο οὔτε γὰρ τὺ εἰδωλόθυτόν τι ἄκοντας δέξα-
σθαι είς τὸ στόμα, οὔτε τὸ ὲν ταῖς χερσὶν αὐτῶν
ἐκϐληθῆναι λιϐανωτὸν ἁμαρτία ἐστὶν, εί ἐκεῖνοι καὶ
τούτων γινομένων ἐπεκαλοῦντο τὸ ὄνομα τοῦ Χριι
στοῦ, καὶ Θεὸν ὡμολόγουν αὐτόν’ καὶ ὡς μηδὲν
ἁμαρτάνοντας, μὴ κωλύεσθαι τῆς κοινωνίας παρ-
εκελεύσαντο. Κᾶν τινες ἴσως ἀγνοήσαντες τὸ προσ-
ῆχον,ἢ πλέον τοῦ δέοντος τῆς ἀκριϐείας ἐχόμενοι,
ἐκώλυσάν τινας τῆς κοινωνίας, εὐθὺς δεχθῆναι
τούτους ὲγνωμοδότησαν, κάν τε τῶν τοῦ κλήρου
ἦσαν, κάν τε τῶντοῦ λαοῦ. Τοσοῦτον δὲ, φασὶν, ού
λογισθήσεται τὰ ἄνω είρημὲνα είς ἁμάρτημα, ὥστε
κᾶν λαῑκός τιςῇ ό ταῦτα ὑπομείνας, κωλυθήσεται
διὰ ταῦτα είς ἱερωσύνην προϐιϐασθῆναι, εί apto;
αὐτοῦ ὁ πρὸ τούτου ἀνεπίληπτος ἦν καὶ ὀρθῶς πε-
πολίτευτο.
ΑΡΙΣΤ. ι Οἱ βασανισθέντες καὶ βιασθέντες ἀληθῶς
ι καὶ μετὰ τυραννίδος βρώματα λαϐόντες εἰδώ-
ι λου, τῆς κοινωνίας μὴ κωλυέσθωσαν. Καὶ
ι λαῖκοὶ δὲ τοῦτο παθόντες, ὡς οὐδὲν ἡμαρτηκό-
σ τες, εί βούλοιντο χειροτονίας τυχεῖν, τυγχα-
ι νέτωσαν, ἄλλως ἀνεπίληπτοι ὄντες. ι
Ol μετὰ βασάνων εἰδωλόθυτον βρῶμα δέξασθαι
βιασθέντες τῶν βιαζόντων τῷ στόματι αὐτῶν τοῦτο
ἔμϐαλόντων μετά ἀνάγκης, ὡσαύτως δὲ καὶ ,οἱ
τοιουτοτρόπως λιϐανωτὸν εἱς τὰς χεῖρας αὐτῶν δε-
ξάμενοι, καλ⁸ πρὸς βίον εἰς τὸν τρίποδα ὲπιρῤίψαι
τοῦτο καταναγκασθὲντες· ὁμολογοῦντες δὲ διόλου-
ὅτι είσλ⁵ Χριστιανοὶ, καὶ τούτου συμϐάντος πένθος
ἀεὶ ἐπιδεικνύμενοι τῇ πάσῃ καταστολῇ καὶ τῷ σχή-
ματι, καὶ τῇ τοῦ βίον ταπεινότητι, οὗτοι ῶς ἔξω
ἁμαρτήματος ὄντες, τῆς κοινωνίας μὴ κωλυέσθω-
σαν, ἀλλ’-ὲν τῇ οἰκείᾳ τιμῇ μενέτωσαν. El δὲ λαῖκοί
εἰσιν οἱ τοιοῦτοι, καὶ βούλοιντο χειροτονίας τυχεῖν,
τυγχανέτωσαν, eave προλα6ὼν βίος αὐτῶν ἐστιν
ἀνεπίληπτος· ὲκ τούτου μόνου ού κωλυθήσοντᾳι
τῆς τοιαύτης ἐπιτυχεῖν τιμῆς.
ΚΔΝΩΝ A'.
ὁ Περὶ τῶν πρὸς βίαν θυσάντων, ἐπὶ δὲ τούτοις καὶ
ι τῶν δειπνησάντων εἰς τὰ εἴδωλα ὅσοι μὲν ἀπαγό-

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.