PG 147, col. 465

έγονε δὲ ἡ τῆς Κωνσταντινουπόλεως ἅλωσις
παρὰ τῶν Λατίνων ἐν τῷ ,ςψιβʼ ἔτει, μηνὶ
Ἀπριλλίῳ ιβ. ἡμέρᾳ ζ, ἱνδ. ζ, τῇ ς ἐβδομάδι
των νηστειῶν.
Μετὰ δὲ τὴν τῆς πόλεως ἅλωσιν ἐν Κικαίᾳ πρῶ-
τος γίνεται παρὰ τοῦ βασιλέως Θτοδώρου τοῦ Λά-
σκαρι κατὰ τὴν κʼ τοῦ Μαρτίου μηνὸς τῆς ὑʼ ἰνδ.
ὁ μέγας τῆς Ἐκκλησίας σακελλάριος Μιχαὴλ ὁ
ἐὐτωρειανὸς, καὶ ἀρχιερατεύσας ἔτη ς, μῆνας εἴ,
καὶ ἡμέρας ςʼ ἐτελεύτησεν.
Καὶ ἐχήρευσεν ὁ θρόνος μῆνας ιʼ ἤμισυ, διὰ τὸ
ἀποδημεῖν τὸν βασιλέα εἰς τὸ Θρχκήσιον· καὶ κατὰ
τὴν κηʼ τοῦ Σεπτεμβρίου τῆς β ἰνδ. ἡμέρᾳ αʼ προ-
εβλήθη ὁ ὕπατος τῶν φιλοσόφων καὶ χαρτοφύλαξ
τῆς Μεγάλης Ἐκκλησίας Θεόδωρος ὁ Εἰρηνικὸς λε-
γόμενος Κωπᾶς. Καὶ τελευτᾷ ἐπισκοπήσας ἔτος αʼ,
μῆνας.. ν. ἡμέρας γʼ.
Καὶ ὄντος τοῦ βασιλέως Δάσκαρι ἐν τῷ θέματι
Θρᾳκησίῳ. ὥρισαν οἱ ἄρχοντες τῆς Ἐκκλησίας καὶ
οἱ ἀρχιερεῖς ἐγγράφως γνωμοδοτῆσαι, καὶ προεβλή-
θη διὰ προστάγματος ὁ καθηγούμενος τῆς μονῆς
τῶν Ἀκοιμήτων Μάξιμος. Καὶ ἐλθόντος τοῦ βασι-
ζέως πάλιν καὶ παρʼ αὐτοῦ ὡς ἔθος προεβλήθὴ κατὰ
τὴν γ τοῦ Ἰουνίου μηνός. Ἡν δὲ ἀμαθὴς λόγων περὶ
τὴν γυναικωνῖτιν ἐσχολακὼς, φυγὰς γενόμενος πρό-
τερον ἐκ τῆς πόλεως καὶ πνευματικὸς χρηματισθεὶς
τοῦ βασιλέως. Ἰεράτευσε δὲ μῆνας ς, καὶ θνήσκει.
Οὕτος κατὰ τῶν Nικαέων διήγειρε τὸν βασιλέα.
ΕΜανουὴλ δ άκονος ὁ Σαραντηνὸς ἐ πὶ τοῦ αὐτοῦ
βασιλέως, ὁ λεγόμενος Φιλόσοφος, ἔτη ε, μῆνας ζ.
Γερμανὸς ὁ σοφώτατος καὶ ἀγιώτατος ἐκ τυῦ
Ἀνάπλου ὀρμώμενος, ἀλιέως, ὡς φασὶ, παῖς, διά-
κονος μὲν πρότερον τῆς Μεγάλης Ἐκκλησίας γενό-
μενος, μετὰ δὲ τὴν τῆς πόλεως ἄλωσιν εἰς μονάζοντα
καρεὶς ἐν τῇ κατὰ τὴν Ἀχυράνην μονῇ τοῦ ἀγίου
εωργίου τοῦ Πανευμόρφου. Τοῦτον Ἰωάννης ὁ
Δούκας θατάτζης ἀνάγει. Καλῶς δὲ τὴν Ἐκκλησίαν
καὶ ὁσίως ἐποίμανε, κατὰ Λατίνων γράψας, καὶ λό-
γους ἐτέρους. Μετεκλήθη δὲ θνήσκων εώργιος μο-
ναχός. Ἰεράτευσε δὲ χρόνους ιη, καὶ θάπτεται ἐν
ικαίας τῇ μονῇ τῆς Κυριωτίσσης, πολλὰ θαύματα
ἐργαζόμενος.
ΔΜεθόδιος ἡγούμενος τῆς τοῦ Υακίνθου μονῆς ἐπὶ
τοῦ αὐτοῦ βασιλέως Ἰωάννου Δούκα μῆνας γ, καὶ
θανὼν ἐν τῇ μονῇ αὐτοῦ θάπτεται τοῦ ακίνθου.
Οὗτος πολλὰ εἰδέναι οἰόμενος, ὀλίγων ἦν ἰδρις.
Θανόντος τούτου ὁ θρόνος ἐπὶ χρόνοις ἱκανοῖς ἔρη-
μος ποιμένος ἐγένετο.
Μανουὴλ ἕτερος ὁ τοῦ αὐτοῦ βασιλέως Ἰωάννου
πρωτοπάππας ἐκ βίου διηνεκῶς παιδείας ἔχων τῆς
ἔξωθεν, ἔτη ια, καὶ ἐτελεύτησε.
Ἀρσένιος μοναχὸς ὁ Aὐθωριανὸς ἐν ʼἈπολλω-
νιάσι τῇ λίμνῃ ἀσκούμενος· εἶτα ἐπὶ Θεοδώρου τοῦ
Aασκάρι ἐγκυκλίων γραμμάτων ἱκανῶς ἔμπειρος,
ἐς προβληθεὶς ἀναγνώστης καὶ διάκονος καὶ ἱερτὺς

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.