PG 147, col. 620

Εύξάμενος δὴ τῷ Θεῷ, δοῦναι γέρας
Ἰερουσαλὴμ τὴν στάσιν καὶ χρυσίον.
Ὀ Ζοροϐάϐελ τὴν ὑπόσχεσιν λύει.
Τράπεζα λοιπὸν σατραπῶν εὐωχία.
Ἐκ τοῦ πότου λέγει δὲ Δαρεῖος λόγους
Πρὸς παῖδας αὑτοῦ τοὺς πέριξ κοιμωμένους.
Ὠς δ’ εὗρεν οὗτος ό ξένος Ζοροϐάϐελ
Κρατείν ἁπάντων τὴν ἀλήθειαν μόνην,
Πείθει Δαρεῖον ὲντελείσ² ὅρκον νέμειν,
Σὺν Ἰωσεδὲκ δ’ Ἰησοῦ πρεσϐυτέρῳ
Σκευῶν τινα κάλλιστα λαϐὼν τοῦ δόμου,
Β Γραφάς τε καὶ δύναμιν ἀκριϐέστατον,
Πέντε σύναμα τοῦ λαοῦ μυριάσιν
Εἰς Ἰεροσόλυμα συντόμως φθάνει.
Βάλλουσι βάθρα τῷ νεῲ μετά πόνου ο
Ἀλλη πάλιν κώλυσις ὲκ Σαμαρείας
Διαϐαλόντων είς ἀπόστασιν τάχα,
Τείχους ὀχυρότητα, καὶ στάσιν δόμου.
Γράφει Δαρεῖος τοῖς στρατηγοῖς Συρίας
Δοῦναι χρυσίον, καὶ βοήθειαν νέμειν.
Ἐγείρεται δ’ οὖν καὶ ναός τε καὶ πόλις,
Θυσία, ναὸς,άζύμων χορηγία.
Ἐν ίερεῦσι δ’ ἦσαν ὴγμένοι μόνοις
Καλῶς ποθοῦντες τὴν ἀριστοκρατίαν,
Ἀσσαμοναίων ἄχρι καὶ Μακκαϐαίων.
ΕΣΘΠΡ.
C
Μεγιστᾶνες δὴ Δαρείου, πανδαισία,
Δεῖξις γυναικὸς, ἐντροπὴ βασιλίδος,
Ὀργὴ Δαρείου, λύσις, Ἐσθὴρ είς μέσον
Ὀψιν ἀγαθὴ, συγγενὴς Μαρδοχαίου,
Ἐξ αἰχμαλώτων Δαρείου, δορυφόρου,
Ὅστις βασιλεῖ δόλους ἀνδρῶν μηνύει,
Κάντεῦθεν ὕψος ἀναϐάς τιμῆς μέγα.
’Λμὰν προάγων Ἐϐραίων οὗτος φθόνῳ,
Σταυρὸν ἀνιστᾷ κατὰ τοῦ Μαρδοχαίου,
Ἦκιστα τιμὴν ἀποδόντος ἀξίαν.
Κίνησις Ἐσθὴρ ὑπὲρ ἅπαντος γένους,
Πρὸς τὸν κρατοῦντα καὶ ξιφηφόρον λόγος
Δέησις οἰκτρὰ, καὶ φονουργίας λύσις.
’Δμάν, Δαρεῖος είς Ἐσθὴρ πανδαισίαν,
Νυκτός τε χάρτης, καὶ καλδς Μαρδοχαῖος,
Σύμϐουλος ’Δμάν καὶ τιμῆς Μαρδοχαίου,
Μαρδοχαῖος ἔφιππος ἔν πορφυρίδι,
’Δμάν προάγων καὶ σύρων ἵππονβάδην,
’Δμάν πρὸς Ἐσθὴρ τῶν γονάτων ἡμμένος*
Βλέπει Δαρεῖος, ἔννοεῖ κακεργάτην,
Ἐντεῦθεν Ἀ μὰν ἔν καταδίκης ξύλῳ,
Πιστὸς πατήρ τε Δαρείου Μαρδοχαῖος,
Φόνος τε πολὺς τῶν κατὰ τῶν Ἐϐραίων,
Καὶ τῶν δέκα σταύρωσις Ἀμάνου γόνων.
ΕΣΔΡᾹΣ ΤΟ ΠΡΩΤΟΝ.
ὐ Δαρείου παῖς ἐγκρατὴς Περσῶν Ξέρξης
Τιμῶν μὲν φῦλον Ἐϐραίων κατά κράτος,
Ἔσδρας φίλος μάλιστα τῶν ἄλλων πλέον,

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.