PG 150, col. 496

έχει, ὀφθαλμὸν δὲ οὐκ Evr. τηνικαῦτα πλασθῆναι·
καὶ ῆ μὲν τοῦ πνεύματος εὐωδία δαψιλῶς ἐκχεῖται
καὶ⁵ τὰ πάντα κατέχει, ὄσφρησιν δὲ οὒκ ἄν τις λά-
ϐοι μὴ ἔχων. Καὶ τῶν μὲν μυστηρίων ἔξεστι κοινω-
νῆσαι τῷ Υἰῴ τοῦ Θεοῦ τοὺς φίλους κατὰ τὴν ὴμέ-
ραν εκείνην, καὶ ἃ ἤκουσε παρὰ τοῦ Πατρδς ἐκεῖνος,
παρ’ ἐκείνου μαθεῖν αὐτούς· ἀνάγκη δὲ φίλους δν-
τας αὑτοῦ καὶ ὦτα ἔχοντας ἀφικέσθαι. Οὐ γὰρ ἐστιν
ἐνταῦθα φιλίαν συστῆναι καὶ οὖς ἀνοιγῆναι καὶ ιμά-
τιον νυμφικόν κατασκευασθῆναι καὶ τᾶλλα ἑτοιμα-
σθῆναι, ὧν ἐκείνῳ δεῖ τῷ νυμφῶνι, ἀλλὰ τούτων
ἁπάντων ἐργαστήριον οῦτος ὀ βίος· καὶ οἷς οὐκ ἐγέ-
ι Β νετο ταῦτα πρὶν ἀπελθεῖν, κοινὸν οὐδὲν είς ἐκείνην
ἐστὶ τὴν ζωήν. Καὶ μάρτυρες αἱ πέντε παρθένοι
καὶ ὁ είς τὸνγγάμον κληθεὶς, ἐπεὶ μὴ ἔχοντες ἦλ-
Θον, μὴ κτήσασθαι δυνηθέντες μήτε ἔλαιον μήτε ipa.
τιον.
"(huic δὲ τὸν ἐντὸς ἄνθρωπον τὸν καινὸν, τὸν
κατὰ θεὸν κτιζόμενον, ὀ κόσμος οὗτος ὠδίνει, καὶ
πλασθεὶς ἐνταῦθα καὶ μορφωθεῖς οὕτω τέλειος είς
τὸν τέλειον ἐκεῖνον καὶ ἀγήρω τίκτεται κόσμον.
Καθάπερ γὰρ τὸ ἔμϐρυον, ἕως ἐστὶν ὲν τῷ σκοτει-
νῷ καὶ νηκτῷ βίῳ, πρὸς τῆν ἐν φωτὶ ζωὴν ἡ φύσις
παρασκευάζει, καὶ πλάττεται καθάπερ είς κανόνα
τὸν ὑποδεξάμενον βίον, τὸν ῐσον τρόπον καὶ τοῖς
ἁγίοις συμϐαίνει · καὶ τοῦτό ἐστιν, ὅπερ δαπόστολος
ἔφη Παῦλος, Γαλάταις γράφων· ι Τεκνία μου, οὒς
πάλιν ὠδίνω, ἄχρις οῦ μορφωθῇ Χριστὸς ὲν ὑμῖν. ι
Οὐ μὴν ἀλλὰ τὰ μὲν ἔμϐρυα ταυτησὶ τῆς ζωῆς οὐκ
ἂν είς αἴσθησιν ἔλθοι ποτὲ, τοῖς δὲ μακαρίοις πολ-
λαὶ τῶν μελλόντων ἐπὶ τοῦ παρόντος εμφάσεις ο τὸ
δὲ αἴτιον, ὅτι τοῖς μὲν οὗ πάρεστιν οὗτος ό βίος,
ἀλλ’ ἀκριϐῶς ἐστι μέλλων. Οὐ γὰρ ἐγένετο ἀκτὶς ἐν
τοῖς χωρίοις ἐκείνοις, οὐδὲ τῶν ἄλλων οὐδὲν, ἃ. τὴν
ζωὴν ὑφίστησι ταύτην. Ἑφ ἡμῶν δὲ οὐκέτι, ἀλλ’ ό
μέλλων ἐκεῖνος τῷ παρόντι τούτῳ καθάπερ ὲνεχὲθη
καὶ ἀνεμίγη, καί ό ἥλιος ἐκεῖνος καὶ ἡμῖν ἀνέτειλε
φιλανθρώπως, καὶ τὸ ὑπερθυράνιον μύρον ὲν τοῖς
D δυσώδεσι χωρίοις ἐξεκενώθη, καὶ ὁ τῶν ἀγγέλων
ἄρτος καὶ τοῖς ἀνθρώποις ἐδόθη.
Διὰ ταῦτα τοίνυν οὑ διατεθῆναι μόνον καὶ πα-
ρασκευασθῆναι πρὸς τὴν ζωὴν, ἀλλ’ καί. ζῇΪ
κατ’ ἐκείνην καὶ ἐνεργεῖν ἔξεστι τοῖς ἁγίοις ἐν τῷ
παρόντι. ι Ἐπιλαϐοῦ γὰρ, φησὶ, τῆς αἰωνίου (to-
ἧς, ι Θιμοθέῳ γράφων ὁ Παῦλος, καί· ι Ζῶ “cox-
ἐτι ἐγὼ, ζῇ δι ὲν ιμοι χριστόςοι και δ θεῖος
Ἰγνάτιος, ι Ἔστιν ὕδωρ ζῶν καὶ λαλοῦν ὲν ἐμοὶ, ι
καὶ πολλῶν τοιούτων ἡ Γραφῇ γέμει. Παρὰ πάντα
δὲ ταῦτα, ὅταν αὕτη ἡ ζωὴ συνεῖναι μέχρι παντὸς

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.