PG 159, col. 1029

στέρους τέως σπουδάζων. Δόγμα δὲ ἢ ἔθος τι τῶν
οἰκείων παρασαλεύσειν αὐτοὺς πεισθέντας πρὸς
σοῦ καὶ τῶν μετα σοῦ οὐ χρεία ἦν· ἔνθα γὰρ ἡ
ἆκαπήλευτος σοφία διδάσκεται, καὶ τελείους ἐργά-
ζεται τοὺς ἑαυτῆς ἐραστὰς, οὐ θεμιτόν ὲστι παρα-
σαλεῦσαι ἔθος ἢ δόγμα πιστόν. Τὸ δὲ ὲν Ἰταλίᾳ σο-
φοὺς καὶ τελείους εὑρίσκεσθαι ἄνδρας, καὶ μηδὲν
ἐλάττους τῶν παλαιῶν ἐκείνων καὶ μακαρίων ἁν-
δρῶν, πᾶς τις ἂν εἴποι, εί μόνον μὴ εἴη κακίας
ἐμπεπλησμένος. Εἰ δὲ ὲν Ἰταλίᾳ τοῦτο, πόσῳ γε
μᾶλλον ὲν τῇ Ῥωμαϊκῇ Ἐκκλησία, ἔνθα οὐδέποτε
ἀπιστίαῆ αἰσχρὸν δόγμα ἔμεινεν; ’Υπεροχὴν δὲ
καὶ μεγαλειότητα ἐς ὑμᾶς ἐνεδείξαντο ὡς σοφοὶ καὶ
γενναῖοι ἄνδρες, τὴν τιμὴν ἡγούμενοι πρὸς ἀλλήλους
κατὰ τὸν θεῖον Ἀπόστολονο ἀλλ’ 0'3 διὰ τοῦτο ἔδει
αὐτοὺς φανῆναι ἀνεπιστήμονας ἐθῶν καὶ δογμάτων
ἀληθινῶν, πρὸς τὸ μαθεῖν παρ’ ὑμῶν σπεύδοντας,
ἀμαθεστάτων οὐκ ,αὐτῶν μόνων ὄντων. ἀλλὰ πολ-
λῷ μᾶλλον τῆς δοκούσης παρ’ ὑμῖν εῖναι σοφίας.
Ἀλλὰ ταῦτα μὲν ἐάσαντες ἔλθωμεν πρὸς τὰς
ἐπιλήψεις, ἐν αἷς δυνησόμεθα ἀξιωτέρους εἰπεῖν
λόγους.
ΕΦΕΣ.
Τέως δ’ οὖν ἀνεμείναμεν κελευσθέντες, καὶ προ-
θεσμίας μακρὰς ἠνεσχόμεθα πρὸς τὸ συνελθεῖν τε
καὶ καταστῆναι τὴν σύνοδον.
ΑιιυΛ.
Ἐμελλες ὑπομένειν τε καὶ προσδοκᾷν τὰς 1:90-
θεσμίας, ἐπειδὴ ἡ αἰτία ἦν εὔλογος. Πάσαςγὰρ
Eds: τας δυτικὰς ἀρχὰς τῇ συνόδῳ παρεῖναι ἢ δι’
αὐτῶν τῶν ἀρχόντων, ἢ διὰ τοποτηρητῶν ο οἰκουο
μενικὴ γὰρ συνηθροίζετο, καὶ εἰκὸς ἧν τὸ πρᾶγμα
πολλοὺς ἔχειν τοὺς μάρτυρας. Οὐκοῦν καὶ σὺ κα-
λῶς ἐποίησας ὑπομένειν· ἀλλ’ εῖθ’ ὦφειλες με·
χρι τέλους πρὸς σωτηρίαν τῆς σῆς ψυχῆς τοῦτο
πρᾶξαιο τὴν γὰρ καλλίστην ἀρχὴν εἰς ἀπευκτὸν
κατέστησας τέλος. Ἀλλ’ ἴδωμέν σου καὶ τὰ λοιπά.
ΕΦΕΣ.
Ἐλαῦε τέλος ἡ προθεσμία, καὶ μετὰ τοῦτο παρ·
ἦλθον ἡμὲ ραι συχναὶ, καὶ μόλις συνήλθομεν ἐν ταυτῷ
ι’ραικοὶ καὶ Λατῖνοι.
ΔΠΟΛ.
Ἐπειδὴ ἦλθον οἱ προσδοκώμενοι πάντες ἐν τῇ
συνόδῳ, ἔδει λυθῆναι τὴν προθεσμίαν,’ εί δὲ παρ·
ἦλθον καὶ μετὰ ταῦτα ἡμέραι τινες, ἔδει καὶ γενέ-
σθαι οὐ γὰρ εὐθὺς εἰκὸς ἦν τὴν σύνοδον συνελθεῖν
πρὸ τοὲ οἰκονομῆσαι τοὺς τόπους, καὶ τὰ καθίσ-
ματα, καὶ τὰς τιμὰς τῶν προσώπων διδόναι πρὸ
τῆς ὲνάρξεωςηο ῖνα μὴ ὲν τῇ συνελευσει γένοιτο
θόρυϐος, ὅπερ σὺ αὐτὸς ἔπραξας. Τόπον γὰρ τῶν
Ἰεροσολύμων ὲπέιων, ὅστις πέμπτος ὑπάρχει 096:-
νος, είς τὸν τοῦ Ἀλεξανδρείας ὲκάθισας, ὃς ὲττι
³ lium. an, ιο.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.