PG 159, col. 1037

νήθη πεῖσαι αύτούς. Ἀπελογοῢντο δέ σοι διὰ τοῦ
ἀρχιεπισκόπου Ῥόδου, δεικνύντες ψευδῆ εἷναιὸιπερ
ἔλεγες ὡς οὐχ ἡ Ἐκκλησία τῆς Ῥώμης, οὐδ’ ἠ προσ-
θήκη αἰτία τῆς διαιρέσεὼς τε καὶ μάχης ἦν· διότι ού
μόνον πρὸ σχίσματος τῶν ἐκκλησιῶν ὲν τῷ Συμϐόλῳ
ἡπροσθήκη ἐτέθη, ἀλλά καὶ πρὸ τῶν οἰκουμενικῶν
συνόδων, τῆς ἑϐδόμης φημὶ⁸ καὶ τῆς ἕκτης, ὡς μαρ-
τυρεῖὸ όμολογητὴς Μάξιμος ἐν τῇ πρὸς Μαρῖνον
τὸν πρεσϐύτερον Κύπρου ὲπιστολῇθ καὶ ού πρὸ
τούτων μόνον, ὼς εἴρηται, ἀλλ’ εὐθὺς μετὰ τὴν
δευτέραν σύνοδον ὲν τῷ καιρῷ Δαμάσου πάππα,
ὡς μαρτυρεῖ Γεὼργιος Ἀριστινὸς ὁ ἱστορικός. Ὥστε
ἐντεῦθεν ἐλεγχόμενος φαίνῃ μηδὲν ἀληθὲς λέγων ο
dii/3068’ ἡπροσθήκη γέγονεν αἰτία τοῦ διαιρεθῆ-
ναι τὰς ἐκκλησίας. Εἰ μὲν γάρ τὸ σχίσμα ὲστὶ
μετά τὴν ἑϐδόμην σύνοδον, καὶ πολλῷ πλείω ὔστε-
ρον ταύτης, ἡ δὲ προσθήκη ἀπὸ τῆς δευτέρας γέγο-
νεν, αἱ δ’ ὲκιλησίαι ἡνωμέναι ἦσαν μέχρι καὶ τῆς
ἑϐδόμης, καὶ οὐκ ἐνεκάλουν ἀλλήλαις ἕνεκεν τού-
του * πῶς ἡ προσθήκη αἰτία γέγονε τῆς διαιρέσεως;
Μᾶλλον δὲ δείκνυται ἀπὸ τούτου, ὃτι ἐδέχοντο
oi ἁνατολικοὶ· τὴν σαφήνειαν ταύτην, ἐπειδὴ ὡμο-
νόουν προστεθειμένον ἐν τῷ Συμϐόλῳ καὶ τοῦ, ἐκ
τοῦ Υἰοῦ.
ί’ eoas.
Ἔπειτα κατα τὰς ἐφεξῆς συνελεύσεις προχει- G
ρισάμενος τὰς Πράξεις τῶν ἱερῶν συνόδων ἀνέγνων
ἐξ αὐτῶν τοὺς ὅρους, ὲν οἷς ἀπαγορεύουσιν oi θεῖοι
Ιιατὲρες ἐκεῖνοι τὴν ἐναλλαγὴν τοῦ Συμϐόλου μέν
χρι λέξεώς τε καὶ συλλαϐῆς, καὶ φρικώδεις ἀρὰς
ἐκφωνούσι κατά τῶν ταύτην ποτὲ τολμησὸντων·
ὥστε τοὺς ἐπισκόπους μὲν καὶ τοὺς κληρικοὺς ἀνιέ-
ρους εἶναι τὸ ἀπό τοῦδε, καὶ τῆς δεδομένης αὐτοῖς
χάριτος ἀλλοτρίους, τοὺς δὲ λαῖκοὺς ὑποκεῖσθαι τῷ
ἁναθέματι · τοῦτο δέ ἐστιν ό ἀπὸ τοῦ Θεοῦ χωρισμός. ‹
ἈΠΟΛ.
Ὅτι μὲν ἀνέγνως ὲκ τῶν οἱκουμενικῶν συνόδων
ἐκεῖ, μαρτυροῦσιν αἱ Πράξεις ’ ἐκεῖ γάρ εισι γε·
γραμμένα ἅπερ ἀνέγνως ο ὅτι δὲ οὐδὲν ἔφησας ἀναγ-
καῖον, οὐδὲ κατὰ Λατίνων ἦσαν ἐκεῖνα, ὁ βουλόμενος
ἀναγνώτω τὰς ΙΙράξεις, καὶ εὑρήσει με λέγοντα τὴν
ἀλήθειαν. Ὅτι γὰρ ἀπαγορεύουσιν οἱ θεῖοι Πατέρες
τὴν ἐναλλαγὴν τοῦ Συμϐόλου, καὶ οἱ Λατῖνοι καὶ
ἡμεῖς ὁμολογοῦμεν · καὶ ra,- φρικώδεις ἀρὰς, καὶ
τά ἀναθέματα, καὶ τοὺς ἱερεῖς ἀνιέρους, καὶ τοὺς
λαῖκοὺς ἀπὸ τοῦ Θεοῦ κεχωρισμένους, καὶ τά λοιπὰ
ἂ λέγεις πρὸς τὸ συγχέαι τοὺς ἀπλουςτέρους, πάντα
σοι συνομολογοῦσι Λατῖνοι ⁸ ἀντιλέγουσι δέ σοι ἃ σὺ
σιωπᾷς, ὅτι γέγονεν ὲν τῇ ὀσφρήσει σου σίνηπι.
Δύνανται γὰρ Λατῖνοι καὶ ἡμεῖς οἱ τῆς συνόδου
συνήγοροι προς σὲ ἀντειπεῖν, ὅτι Καλῶς λέγεις,
αἱδέσιμε Ἐφέσου, καὶ ἡμεῖς ταῦτα ὁμολογοῦμεν ·
ἀλλ’ οὑκ ἐνηλλάξαμεν ὅμως ἡμεῖς τὸ. ἱερώτατον
Σύμϐολον, οὔτε μὴν ἐνηλλαγμένον αὐτὸ πρε σϐεύομεν ·
τοις γὰρ ἐναλλάξαντας, εἴτε μὴν ἐναλλάξειν τολμή-
ΡΑτιιοι. Gn. CLIX.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.