PG 159, col. 1045

σαντα τρόμος ἐπελάϐετό σε καὶ τοὺς μετὰ σοῦ ἐπὶ
τὴν ἐξέτασιν μεταϐῆναι τοῦ δόγματος, καὶ ὡρμήο tantes.
σατε “φυγεῖν, γλιχόμενοι τῆς ἐκεῖθεν ἐξελεύσεως.
ΕΦΕΣ.
Κᾶν ἐνέμειναν διὰ τέλους τῇ ὲνστάσει ταύτῃ, κᾶν
διελύθησαν ἐκεῖθεν καλῶς ποιοῦντες, εί μὴ παραπει-
σθέντες ὑπό τινων αὖθις, ὡς ἀπρεπές ἐστι μηδὲν εί·
πάντας περὶ τοῦ δόγματος ἀπελθεῖν, ἐδέξαντο τὴν
μετάϐασιν, τοῦτο μὲν τὴν ἀπὸ τῆς προσθήκης ἐπὶ
τὴν δόξαν, τοῦτο δὲ τὴν ἀπὸ Φερραρίας είς Φλω-
ρεντίαν. _ a disputatione de additamento transiretur ad qua:-
· rentlam iretur.
ΑΠΟΛ.
Ἥθελον μέν τινες ἀοὺνετοι διαμεῖναι τῇ ὲνστάσει,
καὶ διαιρεθῆναι, καὶ διαλυθῆναι ἐκεῖθεν, ὧν σὺ πρῶ-
τος ὑπῆρχες ⁶ οἱ δὲ τῆς σωτηρίας αὐτῶν ἐπιθυμη-
ταὶ, καὶ τὸν κίνδυνον τῆς αἱρέσεως ὅσος ἐστὶ φοϐη-
θέντες κατὰ τῶν διαιρουμένων ἀπὸ τῆς Ἐκκλησίας,
οὐκ ἠθέλησαν τὴν μοχθηρίαν ταύτην νοσῆσαι· ἐξε-
τασθῆναι δὲ τὸ δόγμα καὶ τὴν ἀλήθειαν διατρανω-
θῆναι, καὶ ταύτην ἀσπάσασθαι μετὰ χαρᾶς ὑπεδὲ-
Eavto. Ὅθεν τῷ τοῦ δικαίου λόγῳ καὶ τοὺς ἄλλους
πείσαντες, ἐδέξαντο μεταϐῆναι ἐπὶ τὴν ἐξέτασιν τοῦ
δευτέρου προϐλήματος· ἐδέξαντο δὲ καὶ τὴν ἀπὺ
Φερῤαρίας είς Φλωρεντίαν μετάϐασιν, ἐπειδὴ 6 τῆς
ὁσίας μνήμης Εὐγένιος 6 Ῥώμης ἀρχιερεὺς 6 θειό-
τατος οὐκ εἶχεν ἔτι ὲν Φερραρίᾳ, οὔτε μὴν εὕρισκε
διδόναι ὑμῖν ἑκάστῳ τὸ σιτηρέσιον, καὶ τοῖς Φλωρεν-
τίνοις μηνύσας δανεῖσαι αὐτῷ τεσσαράκοντα χιλιά-
δας χρυσίνων, ἀπέστειλεν αὐτοῖς τὴν μίτραν αὑτοῦ
ἐνέχυρον ⁸ οἳ τὸ ἐνέχυρον λαϐόντες, τὸ αἰτηθὲν ἀνευ
πλήρωσαν · σὺν ἐκείνοις δὲ καὶ ἄλλας τεσσαράκοντα
ὑπέσχοντο χάριτι δοῦναι, εί είς τὴν πόλιν αὑτῶν με-
ταθήσοι τὴν σύνοδον, ἵνα δῆθεν ἡ πολιτεία αὐτῶν
τὴν τοῦ ὅρου τιμὴν ἀπολάϐοι. Διὰ τοῦτο οὖν ή μετά-
ϐασις ἀπὸ Φεῤῥαρίας εἰς Φλωρεντίαν γέγονεν.
ΕΦΕΣ. ’
Ἔνθα γενόμενοι τῶν περὶ τὴς δόξης διαλέξεων
ἁτςημξάμεθα, τῶν Λατίνιον προενεγκόντων ῥητὰ, τὰ
μὲν ἐξ άποκρύφων τινῶν¹ καὶ ἀγνώστων βιϐλίων, τὰ
δὲ ἐκ νενοθευμένων τε καὶ διεφθαρμένων, ὲν οἷς
ἰσχυρίζοντο τὴν ἑαυτῶν δόξαν συνίστασθαι. Πάλιν
οὖν αὐτοῖς ἐγὼ συμπλεκόμενος, καὶ τὸ τῆς δῦξης
ἄτοπον διελέγχων, καὶ νενοθευμένας εῖναι τὰς βί-
ϐλους προφανῶς παριστῶν , οὐδὲν ἤνυον είς πειθὼ ,
πλὴν ὅσον τὸν καιρὸν ἀναλίσκειν εἱκῇ καὶ μάτην.
' ΑΠΟΛ.
Περὶ τῆς δόξης πρῶτος 6 ὲν θεολογίᾳ ὑψίνους
Ἰωάννης, 6 τοῦ σχήματος τοῦ ἁγίου Δομινίκου ἔπαρ-
χος, τὴν ἕναρξινὲποιήσατο · Μετὰ τῆς εὐλογίας τοῦ
μακαριωτάτου Πατρδς τὴν ἐξέτασιν, φήσας, ποιήσο-
μαι πρὸς ὑμᾶς περὶ τῆς τοῦ ἁγίου Πνεύματος ὲκπο·
ρεὺσεως ⁸ ὅτε οὐκ ἒξ ἀποκρύορων τινῶν βιϐλίων καὶ
ἀγνώστων ῥητὰ προήνεγκεν, οὐδὲ ὲκ νενοθευμὲνων

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.