PG 159, col. 1049

ματα καὶ ἡ τοῦ λόγου ἰσχὺς, ἅπερ ἐπ’ ἀληθείας
αίσχύνη ἐστὶν ἀπαγγέλλειν αὐτά. Διά τοῦτο ἃλις ἐν τούτοις.
ΕΦΕΣ.
Ἀλλων γαρ ἀλλα ῥητῶν ῥητὰ διαδεχομένων , καὶ
λόγου λόγον γεννῶντος, ὡς ἐν τοιούτοις εἰκὸς, οὐδέν
τι μᾶλλον ή ἀλήθεια τὴν ἐαυτῆς ἰσχὺν ἐπεδείκνυτο ,
πολὺ. τὸ μέλαν ἐμούντων ἐκείνων πρὸ ἑαυτῶν , καὶ
ταῖς μακρολογίαις αὐτὴν ἐπισκιαζόντων.
ΑΠΟΑ.,
Ἐπειδὴ τά τοῦ μεγάλου Ἀθανασίου ρητά διεφθαρ-
μένα ἔλεγες , ἀνάγκη ἦν ῥητά ἐτέρων ἁγίων προκο-
μίσαι, καὶ προέφερον Ἐπιφανίου τε καὶ Κορίλ-
λου · καὶ αὺτά άπόκρυφα, ἄγνωστά τε καὶ διεφθαρμένα
ρ ἐκάλεις. Ὀθεν ό λόγος τὸν λόγον γεννῶν , ὡς εἴωθεν
ἐπὶ τούτοις ἀεὶ γίγνεσθςι , ἐχώρει είς ἄπειρον. Καὶ⁸
σοῦ μὲν ἒν καὶ γενναῖον ἦν ἀεὶ λέγοντος, ὄτι διε-
φθαρμένον τοῦτο, νενοθευμένον ἐκεῖνο· ἄγνωστον
τοῦτο, ἀπόκρυφον τάλλο. Oi. δὲ προσδιαλεγόμενοι
τῶν Λατίνων ἠγανάκτουν, καὶ θαυμάζοντες ελεγον ·
Αἱδέσιμε πάτερ Ἐφέσου, ἡμεῖς μὲν ὅσα τῶν ὑμετέ-
ρων ἁγίων βιϐλία δείξομεν, ὅλα διεφθαρμένα λέγεις
ἃ Ἑλληνικά εἰσιν. Εἰ μὲν οῦν τὰ Ἐλληνικά διεφθαρ-
μένα καὶ νόθα εἰσὶ, Λατινικὰ δέ ἡμεῖς οὗ θέλομεν
ἐπιδεῖξαι διὰ τδ ἀνύποπτον, πόθεν ἐπιδείξομεν τὴν
ἀλήθειαν, ῖνα σὺ πιστωθείης; Δεῖξον σὺ, Πάτερ αἰ-
δέσιμε, τὴν ἀλήθειαν. Σοῦ δέ ἀλλο τι μὴ ἔχοντος λέ-
γειν , ἦ ὅτι διεφθαρμένα καὶ νόθα εἰσὶν. ἀνάγκη ἦν
ἐκείνους διὰ τῶν ἑπομένων τοῦ διδασκάλου ῥητῶν
συμὸιὸάσαι τὸν νοῦν, καὶ μακροὺς ἀποτεῖναι λόγους
εἰς ἀπόδειξιν καὶ ἐξήγησιν τοῦ ῥητοῦ. Μέλαν δὲ οὐκ
ἐξέμεσαν ἐν ταῖς ἑαυτῶν ἀποκρίσεσιν οἱ Λατῖνοι τὴν
ἀλήθειαν ἐρευνῶντες, ἀλλ’ ἢ σὺ πάντοτε μεθ’ ὕϐρεως
λέγων καὶ γράφων, καὶ τὸν ίδν ἐν τοῖς χείλεσιν ἔχων,
ὅθεν καὶ κατεγνώσθης ὡς δεισιδαίμων.
tumelias lacis, et labra veneno perfusa habes , ex quo etiam condemnatus es ut superstitionibus im-
butus.
ΕΦΕΣ.
’Λχρις οὗ πάλιν ἀπαγορεύσας, υπό τε τῆς συνή-
θους ἐνοχλούμενος ἀσθενείας, καὶ τὸ τῶν λόγων
ἄκαρπον καθορῶν, ἀπέτειλνα λόγον διὰ μακροῦ πρὸς
αὐτοὺς ὅσον ἴσχυον· ἐγ ᾧ μαρτυρίαις πλείσταις
ἀναντιρῤήτοις παρέστησα τὴν ἀλήθειαν τοῦ ἡμετέ-
ρου δόγματος, ὅτιπερ ἐκ μόνου τοῦ [ἰατρὸς. ούχὶ δέ
καὶ ἐκ τοῦ Υίοῦ, τὸ Πνεῦμα τὸ ἆγιον ἐκπορεύεται.
ΑΠΟΛ.
Ἀπηγόρευσας μὲν ἀληθῶς, ἔφης, μὴ δυνάμενος
τοῖς γενναίοις τοῦ φρά Ἰωάννου συλλογισμοῖς
ἀντιλέγειν, ὅτε σοι τὸ τοῦ μεγάλου Βασιλείου ῥητὸν
μετὰ συλλογισμῶν ἀντηρὼτα, τὸ λέγονο Ού γάρ
τινα λαμϐάνομεν παρὰ τοῦ Πνεύματος, ῶσπερ παρά
τοῦ Υίοῦ τὸ Πνεῦμα. Ἔν τούτῳ γὰρ τῷ ρητῷ σε
ἔδειξεν ἄπειρον θεολογίας τῆς ίερᾶς· ὅτε καὶ ὡς
ἀκροατήν σε ἐδίδασκε, πῶς δεῖ νοεῖν τὴν ἐκπόρευ-
σιν τοῦ παναγίου Πνεύματος · κατόπτρου γάρ δίκην
τὰ Πρακτικά είσι μαρτυροῦντα τὸ ἀληθές ' ού γὰρ

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.