PG 2, col. 473

9 0‘ ς ’,ε- 1 Ῐ
εν ᾳοου τον αιωνα κολαζόμενοςς Παλιν δὲ ἀνθυπε-
φερον λέγων, ὡς ἀδήλου ὄντος τοῦ πράγματος, ἀκιν-
δυνότερόν ἐστι μᾶλλον εὐσεϐῶς βιῶναί με, καὶ τῶν
τοῦ σώματος κρατεῖν ἡδονῶν, εἰ καὶ μή ἀκριϐῶς, ὅτι
ποτέ ἐστι δίκαιον καὶ ἀρέσκον Θεῷ, πεπληροφόρημαι,
οὕτε εἰ ἡ ψυχὴ ἀθάνατος, ἢ θνητή.
ν. Τούτων οῦν τῶν λογισμῶν στρεφόντων μου τὴν
ψυχὴν, εἷς Αἴγυπτον πορεύσομαι, εἷπον, καὶ τοῖς τῶν
ἀδύτων ἱεροφάνταις καὶ προφήταις φιλιωθήσομαι, καἱ
μάγον ζητήσας καὶ εὑρὼν, χρήμασι πείσω πολλοῖς,
ψυχῆς ἀναπομπήν τὴν λεγομένην νεκρομαντίαν ¹²
ἐργάσασθαι, ἐμοῦ δῆθεν ὡς περί πράγματός τινος
τωνθάνεσθαι βουλομένων ἡ δὲ πεῦσις ἔσται, περὶ τοῦ
μαθεῖν ἄρα εἷ ἀθάνατος ἡ ψυχή. Τοῦτο δὲ πάντως οὐκ
ἐκ τοῦ ἀποκρίνασθαι ὅτι ³³ ἀθάνατός ἐστιν, ἔστι ¹⁴ μοι
γνῶναι, ἀλλ’ ἀπὸ τοῦ ὀφθῆναι μόνον ὅτι ἐστίν. Ἰδὼν
γὰρ αὐτὴν αὐτοῖς ὄμμασιν, ἱκανήν ἔξω πληροφορὶαν,
καὶ οὐκέτι πιστότερα ὀφθαλμῶν ὦτα ποιήσομαι.
’Ὸμως φιλοσόφῳ τινὶ τῶν συνήθων, καὶ ταύτην ἐκοι-
νούμην τήν γνώμην, ὁ δὲ συνεϐούλευέ μοι μή λυσι-
τελὲς εἶναι τοῦτο τολμῆσαι δυοῖν ἓνεκα. Ei’ τε γὰρ,
ἔφη, πάντως οὐχ ὑπακούσεται ἡ ψυχὴ τῷ μάγῳ, καὶ
σὺ τοῖς ταῦτα ποιεῖν ἀπαγορεύουσι νόμοις ὡς ἀντι-
πράξας, δυσσυνειδήτως βιώσεις· εἰ δὲ καὶ εἶσακούσε-
ται, μετά τοῦ δυσσυνειδήτως σε βιοῦν, οἶμαι καὶτὰ
τῆς εὐσεϐείας μηκέτι σοι προχωρεῖν, οὗ ἕνεκεν τὰ
τοιαῦτα ἐτόλμας. Ἐχθραίνειν γὰρ τὸ θεῖον λέγουσιν
ἐπὶ τοῖς σκύλλουσι τὰς ψυχὰς μετά τὴν ἀπὸ τοῦ σώ-
ματος ἐκείνων διάλυσιν. Ἐγὼ δὲ ταῦτα ἀκούσας,
ὀκνηρότερος μὲν ἐπὶ τὸ ἐγχείρημα ἐγενόμην ἀλλά
τῆς προτέρας ἐννοίας ἐκείνης παντάπασιν ἀποστῆναι
οὐκ ἠδυνάμην.
VI. Καὶ ἵνα μή σοι τά τοιαῦτα μακρὸν ἀποτείνω λό-
γον, ἐν τοσούτοις λογισμοῖς καὶ πράγμασιν ὄντος
μου, φήμη τις ἠρέμα, Τιϐερίου Καίσαρος τά Ῥω-
μαϊκὰ διέποντος σκῆπτρα, ἔαρος ἤδη ἀρχομένου,
ηὔξανεν ὁπόσαι ἡμέραι, καὶ ὡς ἀληθῶς ἀγαθή Θεοῦ
ἅγγελος διῄει τὸν κόσμον, τὸ τοῦ Θεοῦ σιγῇ βούλημα
στέγειν ού δυναμένη⁶ μᾶλλον δὲ καὶ πλείων ἑκάστης
' ἡμέρας καὶ μείζων ἐγίνετο, λέγουσα ὥς τίς ποτε
ἐν Ἰουδαίᾳ ἐξ ἐαρινῆς τροπῆς λαϐὼν τὴν ἀρχὴν,
Ἰούδαίαν ¹⁶ τήν τοῦ ἀϊδίου Θεοῦ εὐαγγελίζεται βασι-
λείαν, ἧς ἀπολαύειν μέλλει η, ἐάν τις αὖτῷ ἀρίστην
διὰ πάντων ἐπιδείξηται πολιτείαν’ τοῦ δὲ πιστεύεσθαι
αὐτὸν χάριν, δτι θεότητος γέμων ταῦτα διδάσκει,
πολλά θαυμάσια, τέρατά τε καὶ σημεῖα ἐργάζεται,
ῥήματι μόνῳ κωφοὺς ἀκούειν ποιῶν, τυφλοὺς ἀνα-
ϐλέπειν, χωλοὺς περιπατεῖν, καὶ πᾶσαν νόσον ἀπε-
¹⁸ al. αὐτὴν ὅτι ιδ al. ἔσται ⁸³ al.
¹¹ al. νεκυομαντίαν.
v, c. 10.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.