PG 22, col. 1036

τε καὶ ἀπιθανώτατον, μόνῳ δὲ τῷ θείῳ Λόγῳ οἰκειό-
τατον ἂν εἴη μετὰ τῶν ἄλλων φάσκειν καὶ τό· « Μὴ
κρύψω ἐγὼ ἀπὸ Ἀβραὰμ τοῦ παιδός μου ἀἐγὼ ποιῶς
καὶ τό· « Ἡδειν γὰρ ὅτι συντάξει τοῖς υἱοῖς αὐτοῦ
καὶ τῷ οἴκῳ αὐτοῦ μετʼ αὐτὸν, καὶ φυλάξουσι τὰς
ὁδοὺς Κορίου ποιεῖν δικαιοσύνην καὶ κρίσιν, ὅπως ἄν
ἐπαγάγῃ Κύριος ἐπὶ Ἀβραὰμ ὰ ἐλάλησε πρὸςαὐτόν.»
Καὶ πρέπει γε αὐτῷ ταῦτα λέγειν παιδεύοντι, δττι δὴ
πάντα τὰ ἐξ ἀνθρώπων ὁσίως δρώμενα εἰς μόνην τὴν
τοῦ Θεεῦ καὶ Πατρὸς τῶν ὅλων ἀναφέρεινθέμις εὐσέ-
βειαν, παρʼ οὗ ἐπὶ γῆς ὄντος τῶν ἀγαθῶν τὰ πάντα
τοῖς εὐσεβέσιν εἰς ὡφέλειάντε καὶ σωτηρίαν χορηγεῖ-
ται· ταῦτα δὲ ὁ θεῖός φησι Λόγος ὡς περὶ ἐτέρου Κυ-
ρίου τοῦ ἑαυτοῦ Πατρός διδάσκωτ· καὶ γὰρ καὶ ἑαυ-
τοῦ Κύριόν τε καὶ Θεὸν αὐτὸν ὁμολογεῖ πρὸς τοὺς
ἰδίους μαθητὰς,« Ἀνέρχομαι, φάσκων, πρὸς τὸν Πα-
τέρα μου καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν
ὑμῶν. » Πεπλήρωται δʼ δ τε νόμος καὶ πᾶσα ραφὴ
τοῦ τοιοῦδε χαρακτῆρος τοῦ Κυρίου, τοῦτʼ ἔστιν τοῦ
θείου Λόγου, ὡς περὶ ἑτέρου Κυρίου διαλεγομένου,
(. 8) δῆλον δʼ ὅτι τοῦ Πατρός. Πολλῆς δὲ καὶ βαθυτάτης δεομένων θεωρίας τῶν κατὰ τὸν τόπον, ἱκανὰ καὶ
ΚΕοΑΛAION Δ.
« Καὶ ἀπέδρα Ἀγαρ ἀπὸ προσώππου αὐτῆς, » δῆλον
ὅτι τῆς Σάῤῥας· «εὗρε δὲ αὐτὴν ἄγγελος Κυρίου ἐπὶ
τῆς πηγῆς τοῦ ὕδατος· » καὶ ἐν τοῖς ἐξῆς δεύτερον
εἴρηται· « ἶπεν δὲ αὐτῇ ὁ ἄγγελος Κυρίου· » καὶ
τρίτον δέ· «ἶπεν αὐτῇ ὁ ἄγγελος Κυρίου· Πληθύνων
πληθυνῶ τὸ σπέρμα σου, καὶ οὐκ ἀριθμηθήσετει ἀπὸ
τοῦ πλήθους·» καὶ αὗθις· «ἶπεναὐτῇ ὁ ἄγγελος Κυ-
ρίου· Ἰδοὺ σὺ ἐν γαστρὶ ἔξεις, καὶ τέξῃ υἱὸν, καὶ κα-
λέσεις τὸ ὄνομα αὐτοῦ Ἰσμαήλ· ὅτι ἐπήκουσε Κύριος
τῇ ταπεινώσει σου· » καὶ μετὰ πάττας τοὺς λόγους
εἰρηται· « Καὶ ἐκάλεσεν τὸ ὄνομα Κυρίου τοῦ λαλοῦν.-
τος πρός αὐτήν· Σὺ Θεὸς ὁ ἐπιδών με. » Εἱ μὴ καὶ
ἀπὸ προσώπου τῆς ἱερᾶς Τραφῆς Κύριος ὡνόμαστο
τῇ Ἀγαρ ἐπιφανεὶς ἀλωμένῃ ἐν τῷ· « Καὶ ἐκάλεσεν
τὸ ὄνομα Κυρίου τοῦ λαλοῦντος πρὸς αὐτὴν, » κὰν ὑπ-
έλαβέ τις τὴν Ἀγαρ Θεὸν ἐσφαλμένως ὑπειληφέναι τὸν
ἄγγελον· νυνὶ δὲ ἡ ραφὴ μαρτυρεῖ, ὅτι Κύριος ἦν ὁ
διὰ τοῦ προωνομασμένου χρηματίζων ἀγγέλου, διʼ οὸ
ἅτε Κύριος καὶ Θεὸς ὦν πρεπόντως ἑαυτῷ ἔλεγε τό
« Πληθύνων πληθυνῶ τὸ σπέρμα σου· » τοῦτο γὰρ
Θεῷ μόνῳ ἀρμόζοι ἂν λέγειν, οὐκέτι δὲ καὶ ἀγγέλῳ·
τούτῳ δʼ αὖ τῷ ῥήματι καὶ τὴν Ἀγαρ εἰκός ἐπιστή-
σασαν, συνεῖσάν τε ὅτι μόνου Θεοῦ γένοιτʼ ἄνή τοιαύτη
φωνὴ, εἰρηκέναι· « Οτι σὺ Θεὸς ὁ ἐπιδών με· » ἀλλὰ
καὶ δεύτερον, ὅτε ἀποδιδράσκει μεθʼ ἐαυτῆς ἔχουσα
τὸν υἰὸν, γέγραπται· « Ἐκάλεσεν δὲ ἄγγελοςτοῦ Θεοῦ
τὴν γαρ ἐκ τοῦ οὐρανοῦ, » καὶ εἶπεν αὐτῇ τὰ ἀνα-
γεγραμμένα, ἐν οἶς ἐστιν καὶ τό· « Εἰς γὰρ ἔθνος
ποιήσω αὐτό· » δῆθχχ, δʼ δτι τὸ παιδίον· ὅπερ οὐκέτι
τὸν ἄγγελον ἀξιόπισππν ἂν εἴη λέγειν, Θεοῦ γὰρ πά-
λιν ἡ ἐπαγγελία. Τίνος οὖν Κυρίου ἐκάλεσεν ἡ Ἀγαρ
ττοῦνομα· « Σὺ ὁ Θεὸς ὁ ἐπιδών με, » κάνταῦθα τῆς
ραφῆς ἐπὶ τοῦ Κυρίου τὸ τετράγραμμον παρʼ
s¹ Gen. Xvm. 19. Joan. αα, 17. s Gen. X, 6. ⁴⁴ ibid, 7. s⁶ ihid. 9. s⁶ ibid, t0. s Ibid. 11.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.