PG 22, col. 1049

ὡς Γόμορρα ἂν ὡμοιώθημεν. ι Τὸ γάρτοι είς τὸ
παντελὲς ἐκλελοιπέναι νομίζειν τοὺς τοῦ λόγου προ-
εστῶτας, ἄρχοντας καὶ ἡγουμένους ὑπὸ τῆς προφη-
τείας ὠνομασμένους, ἐν τι τῶν ἀμηχάνων τυγχάνει,
διὰ τὸ καὶ ὅρον τεθεῖσθαι τοῦ ι μὴ ἐκλείψειν ἕως ἂν
ἔλθη τὰ ἀποκείμενα αὐτῷ’ ι τοῦτ’ ἔστι τά ὑπο τοῦ
Πατρὸς ἐπηγγελμένα τῷ Χριστῷ, φήσαντι (τος) πρὸς κ
αὐτὸν, ι Κάθου ἐκ δεξιῶν μου , ἓως ἂν θῶ τοὺς
ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου· ι ὅτε καί·
ι Πᾶν γόνυ κάμψει ἐπουρανίων καὶ ἐπιγείων καὶ
καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται ὅτι
Κύριος Ἰησοῦς Χριστόςο ι τηνικαῦτα γάρ καὶ τῶν
ἐθνῶν προσδοκία τῶν ἐπὶ τοῦ παρόντος είς αὑτὸν
πεπιστευκότων καιρὸν ἕξει τὰς προσδοκηθείσας
ἐπαγγελίας κομίσασθαι ἐν τῇ προσδοκωμένη τῶν
οὐρανῶν βασιλεία. Kal. ταῦτα μὲν ταύτῃ · τὰ δ’ ἐξῆς
ἀπὸ τοῦ, ι Δεσμεύων πρὸς ἄμπελον τὸν πῶλον αὐτοῦ, ι τῆς δι’ ἀλληγορίας ὑπονοίας ἠρτημένα τοῖς φιλομα-
θέσι ζητεῖν καταλείψομεν, πλεονάσαντες καὶ ἐν τοῖς εἰρημένοις, οῦ κατὰ τὸν προτεθέντα μὲν σκοπὸν,
ὅμως δ’ ἐξ ἀνάγκης ὑπὲρ σαφοῦς διηγήσεως τῶν κατὰ τον τόπον.
ΚΕΦΑΛΑΙΟΝ Θ’.
Ἀπὸ τῆς Ὲξόδου.
ι Kai. Μωῦσῆς ἦν ποιμαίνων τὰ πρόϐατα Ἰοθὸρ τοῦ
(Ῑ. 8) γαμϐροῦ αὐτοῦ. ι Καὶ μετ’ ὀλίγα · ι Καὶ ἦλθον
είς τὸ ὅρος τοῦ Θεοῦ Χωρήὸ ’ ὤφθη δὲ ἄγγελος Κυρίου
αῦτῷ ἐν φλογὶ πυρός. ι Καὶ μέθ’ ἓτερα’ ι Ὠς δέ
εἶδεν Κύριος ὅτι προσάγει ἰδεῖν, ἐκάλεσεν αὑτὸν ἐκ
μέσου τοῦ βάτου λέγων. ι Καὶ αὖθις’ ι Εἶπεν δὲ
Κύριος πρὸς αὐτόν· Ἐγό· είμι ὁ ὢν. ι Kal. μετὰ
πλεῖσταο ‹ Ἐλάλησεν δέ 6 Θεὸς πρὸς Μωῦσῆν· καὶ
εἶπεν πρὸς αὐτόν’ Ἐγὼ Κύριος, καὶ ὤφθην πρὸς
Ἀϐραὰμ καὶ Ἰσαάκ καὶ Ἰακὼϐ, Θεὸς ὢν αὐτῶν, καὶ
το ὄνομά μου Κύριος οὐκ ἐδήλωσα αὐτοῖς* καὶ
ἔστησα τὴν Διαθήκην μου πρὸς αὐτοὺς, ι καὶτὰ ἑξῆς.
Σφόδρα παρατετηρημένως ἐν τούτοις οὐχ 6 Κύριος
ἀλλ’ 6 ἄγγελος ὦφθαι τῷ Μωῦσεῖ ἀναγέγραπται, δι’ οὗ
καὶ 6 Κύριος ῶσπερ δι’ ἑρμηνέως χρηματίζων δι-
δάσκει, ὃτι μὴ εἴη ὑποϐεϐηκυῖά τις δύναμις ή χρη-
ματίζουσα, ἀλλ’ αὐτὸς 6 ὢν. Σαφέστερον δὲ τίς ἐστιν 6
ὢν παριστᾷ ἐν τῷ (l) φησιν’ ι Ἐγὼ Κύριος καὶ ῶφθην
πρὸς Ἀϐραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼϐ, Θεὸς ὢν
αὐτῶν καὶ τὸ ὄνομά μου Κύριος οὐκ ἐδήλωσα αὐ-
τοῖς’ ι ὃ καὶ τοιοῦτον δοκεῖ μοι νοῦν περιέχειν· Σοὶ
μὲν τὺ ὄνομά μου τέως αὐτὸ μόνον δηλῶν φημι · Ἐγὼ
Κύριοςο τοῖς δὲ σοῖς πατράσι τὸ μὲν ὃνομά μου οὐκ
ἐδήλωσα, καὶ μείζονος γὰρ ἄξιοι τῆς τοιαύτης γνώ-
σεως ἐτύγχανον ὄντες* αὐτὸς δὲ ὤφθην αὐτοῖς καὶ
δι’ ἑαυτοῦ (ἐμαυτοῦ) τὴν Διαθήκην μου πρὸς αὐτοὺς
ἔστησα. Πρόδηλον δὲ ἐκ τῶν προαποδεδομένων τίς ἦν
6 τοῖς πατράσιν ὀφθείς· τοῦτον γὰρ ἐξεταζόμενος
τὸν τρόπον ὁ λόγος πρὸς τὸν ι ἐν ἀρχῇ πρὸς τὸν Θεὸν,
Θεὸν Λόγον ι ὑπάρχειν ἀπεδείκνυεν. Οὐκοῦν ὁ αὐτὸς
καὶ νῦν ἐπιφαίνεται , ἀλλ’ οὐχ ὁμοίως γε τοῖς προπά-
⁸⁸ Rom. ix . 29. ⁸⁸ Psai. cm, 1; Act. ι, 54, 55.
ἰ Exod. vr , 2-4 ⁸⁵³ Joan. I, Ι.
ιο ibid. ι. ὀ ibid. ll.
(ι) Ιῷ. Forte ᾧ, vel οἷς. Epit.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.