PG 22, col. 881
ρίας ἀπὸ Δασιδ γενεαλογουμένης· τοιαῦτα μέν τινα,
τὸ πρῶτον τῶν ἠπορημένων περιεῖχε · λύσις δ’ ἂν εἴη
αὐτῷ ἥδε.
α’. Τῶν τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ πρά-
ξεων, τὰ μὲν σιωπᾶσθαι ἀναγκαῖον ἦν τοῖς τότε , τὰ
δὲ είς πολλῶν ἀκοὰς διεδέδοτο, ὅσα πρὸς ὠφέλειαν
ἤμελλε συμϐάλλεσθαι τοῖς ἀκροωμένοις οἷον ὡς ἐπὶ
παραδείγματος τριακοστὸν ἄγων τῆς τοῦ σώματος ἠλι-
κίας ἔτος, πάρεισιν ἐπὶ τὸ παρὰ τῷ Ἰωάννῃ βάπτι-
σμα· καὶ ἐντεῦθεν ἁπάρχεται τῆς διδασκαλίας καὶ
τῶν τε ραστίων ἔργων · τίνα δὲ τά πρὸ τοῦ βαπτίσμα-
τος ἐντὸς ὅλων ἐτῶν τριάκοντα πραχθέντα αὐτῷ, οὐ·
δεμῑα ἱστορία δηλοῖ, οὐδ’ ἐστιν ἀπό τινος Θείας Γρα-
φῆς τὸν πρὸ τούτου καταμαθεῖν αὑτοῦ βίον. Ἀλλὰ κα)⁸
ἐξ οὗπερ εἰς πάντας ἐγνώσθη, τά μὲν εἰς ἀκοὰς πάν-
των ἐκήρυττε,τά δὲ μόνους τοὺς αὑτοῦ μαθητάς ἐμυ-
σταγὼγει · καὶ ποτὲ μὲν παραδοξοποιῶν παρῄνει μη-
δενὶ λέγειν, ποτὲ δὲ ἄνευ τῆς τοιάσδε παραινέσεως τὰ
ι θαυμάσια κατειργάζετο. Ἓν δὴ οὖν μάλιστα τῶν σε-
σιγῆσθαι δεδογμένων, τὸ κατὰ τὴν γένεσιν αὐτοῦ
θαῦμα ἦν’ οὐδενὸς τῶν καθ’ ὃν ὲνηνθρώπησε χρόνον,
ὀλίγων ἐκτὸς τούτου γνῶσιν κεκτημένου.
β’. Φησὶ δέ που 6 ἆγιος άνὴ ρ ( Ἰγνάτιος ὄνομα αὐτῷ),
τῆς Ἀντιοχέων Ἐκκλησίας δεύτερος γεγονὼς μετὰ
τοὺς ἀποστόλους ἐπίσκοπος, ὡς ἄρα καὶτὸν ἄρχοντα
τοῦ αἰῶνος τούτου ἔλαθεν ἡ παρθενία Μαρίας, καὶ ἡ
τοῦ Σωτῆρος ἐξ αὐτῆς γένεσις· λέγει δ’ οὕτως· ι Καὶ
ἔλαθε τὸν ἄρχοντα τοῦ αἰῶνος τούτου ἡ παρθενία Μα-
ρίας, καὶ 6 τοκετὸς αὐτῆς, ὁμοίως καί ὁ θάνατος τοῦ
Χριστοῦ’ τρία μυστήρια κραυγῆς , ἅτινα ἐν ἠσυχίᾳ
θεοῦ ἐπράχθη. ι Ἐστι δὲ καὶ λογισμῷ λαϐεῖν, ὄτι μὴ
πάντων ἦν τῶν ἐν σαρκὶ βιούντων τὸν Χριστὸν Θεοῦ
καὶ σὺν άνθ ρώποις ἀναστραφέντα οἷα κοινὸν ἄνθρωπον
ὁρώντων, τὸ δύνασθαι πιστεύειν ἐξ ἀπειρογάμου κόι-
ρης αὐτὸν δίχα πατρὸς γεγονέναι οὐδ’ εἰς πολλοὺς
φέρειν, ὅτι μὴ ἐκ τοῦ Ἰωσὴφ ἡ Μαρία συλλαϐοῦσα
τὸν Ἰησοῦν ἐγέννα, λυσιτιλές ἦν· ἦ γὰρ ἂν καὶ δίκην
κατὰ τὸν Μωῦσέως νόμον ἡ παρθένος ὑπέσχεν, ὡς
πρὸ ὧρας γάμου διαφθαρεῖσα τὴν παρθενίαν ο διόπερ
εἰκότως ἐπισημαίνεται ἀκριϐῶς φήσασα ὴ Γραφὴ,
ι Πρὶν ἢ συνελθεῖν αὐτοὺς, εὑρέθη ἐν γαστρὶ ἔχουσα ’ ι
μονονουχὶ διδάσκουσα ὅτι μὴ πρὸ γάμου συνείληφε,
μηδὲ πρὸ τοῦ παρὰ τὸν ἄνδρα ἐλθεῖν· μετὰ δὲτὸ συν-
αςςθῆναι τὸν Ἰωσὴφ καὶ παρ’ αὐτῷ γενέσθαι, παρᾶ
πᾶσί τε γυναῖκα αὑτοῦ χρηματίσαι, συνόντων ἀλλή-
λοις, καὶ τῆς γαμικῆς ὁμιλίας ἅπτεσθαι ἤδη γοῦν
μελλόντων, αὐτῆς ὡς εἰπεῖν ὥρας πρὶνῆ συνελθεῖν
αὐτοὺς, εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ Πνεῦματος ἁγίου.
Καὶ τοῦτὸ γε παγχρησίμως είς τὸ λαθεῖν τοὺς πολλοὺς
¹(1) Epist. [gnatii_ad_l§phesios_crp. nx, ubi vide-
sis doctissimi Coteleriiadnotationem. apud quem
Usserius verba luce eadem reeitat ex ΑιίιΙιῸιιἹΙιυ-
rosol. Cretensi episeopo, nisi quod pro κραυγῆς
διιιίιιὶῑιιι· ibi φρικτὰ, quae deterior lectio est, quia