PG 22, col. 891

ἀπὸ τῶν ὑστάτων ἐπὶ τά πρῶτα, ὁμοῦ καὶ τὴν μνή-
μην τῶν παρά τῷ Ματθαίῳ ὑπαιτίων καὶ ἁμαρτωλῶν
ἀνδρῶν ἀποσειόμενος· ἐπειδήπερ ῥ παρὰ τῷ Θεῷ
ἀναγεγεννημένος, ἀλλότριος καθίσταται τῆς ὲνσάρ-
κου γενέσεως καὶ τῶν κατὰ σάρκα ἁμαρτωλῶν πατ-
ρων, υἱὸς ἀποφαινόμενος Θεοῦ, καὶ πάντων τῶν κατά
Θεὸν ἀνεπιλήπξως βεϐιωκότων.
δ’. Οἷον, ὡς ἐπὶ παραδείγματος, Παῦλος ὁ ἀπόστο-
lo; ἐχέτω μὲν κατά σάρκα πατέρα Ἰουδαῖον ὅντινα
ὡς εἰκὸς ἄπιστον · ἐχέτω δὲ καὶ κατὰ Θεὸν, οὗ κατὰ
τοῦς τρόπους ὲϐίου ⁸ εί δὲ οὖν μέλλει τις αὐτὸν κατά
σάρκα γενεαλογεῖν, τίνος εἰκότως ἂν ἐμνήσθη, ἢ
πάντως που τοῦ κατά σάρκα πατρός; Et δ’ αὖ πάλιν
ἕτερος τὴν ἐν Χριστῷ γένεσιν αὐτοῦ δηλοῦν ἐθέλοι,
τίνος ἂν τήν μνήμην θείη ἂν εἰκότως, ἣ πάντως τοῦ
κατά Θεὸν αὐτὸν ἀναγεννήσαντος; Οὐτω καὶ τῷ
Ἁϐραάμ εἴρηται· ι Σύ δὲ ἀπελεύσῃ πρὸς τοὺς πα-
τέρας σου τραφεὶς ἐν γήρᾳ καλῷ· »οὐ δήπου τοὺς κατά
σάρκα πατέρας δηλοῦντος τοῦ λόγου, εἰ μὴ καὶ θεο-
σεϐεῖς λέγοιντο γεγονέναι, τοὺς δὲ ἐν Θεῷ πατέρας
διὰ τὴν τῆς εὐσεϐείας ὁμοιοτροπίαν αίνιτβομένου '
οῦτω καὶ οἱ ἐξ Ἀϐραάμ, ἀσεϐεῖς ἦσαν μὲν κατά σάιρκα
οἱ υἱοὶ Ἀϐραὰμ, κατὰ δὲ τὸν τρόπον, υίοὶ Σοδόμων
καὶ Γομόρρας ’ διὸ λέγεται πρὸς αὐτούς · ι Ἀκούσατε
λόγον Κυρίου, ἄρχοντες Σοδόμων, προσέχετε νόμον
Θεοῦ, λαὸς Γομόρρας· ι ὡς αὖ πάλιν ἐξ ὧν ήμελλεν
υἱοὶ Ἀδραάμ γίγνεσθαιο οἱ γοῦν ἐξ ἐθνῶν εἰς τὸν
Χριστὸν τοῦ Θεοῦ πεπιστευκότες, κατά σάρκα πατέ-
ρων ἀλλοφύλων φύντες, υἱοὶ γεγόναμεν Ἀϐραὰμ,
Χριστοῦ γενόμενοι παῖδες καὶ τῶν Χριστοῦ μαθη-
τῶν · ὥστε καὶ δευτέραν ήμᾶς ἐπιγράφεσθαι γένους
διαδοχὴν πολὺ κρείττονα τῆς κατά σάρκα διὰ τὴν κα.
τὰ Χριστὸν ἀναγέννησιν.
ε’. Εἰκότως τοιγαροῦν καὶ ὁ Λουκᾶς, ἆτε τὴν ἀνα-
γέννησιν ἱστορῶν, οὐ τὴν αὐτὴν ὁδεύει τῷ Ματθαίῳ,
οὐ τοῦ Σολομῶνος καὶ τῆς τοῦ Οὐρίου, οὐ τῆς Θά-
μαρ, ού τῆς Ῥούθ, οὐ τοῦ Ἰεχονίου καὶ τῶν μεταξὺ
διαϐεϐλημένων ἀνδρῶν τὴν παράθεσιν πεποίηται,
ἀλλά δι’ ἐτέρων ἀνεπιλήπτων ἄνεισι, καὶ δὴ καὶ ὲκ
τοῦ προφήτου Νάθαν ἀναγεγεννημένον εἰσάγει· καὶ
ὁ μὲν παρά τῷ Ματθαίῳ κατά σάρκα γεγεννημένος,
υἱὸς ἦν Ἀϐραάμ ἐντεῦθεν γενεαλογούμενος, ἐπειδή-
περ τῷ Ἀϐραάμ πρώτῳ ἡ ἐπαγγελία δέδοτο τῆς τῶν
ἐθνῶν εὐλογίας, οὐκ ἄλλως ἤ διὰ τοῦ ἐκ σπέρματος
αὐτοῦ προελευσομένου γενησομένης · ὀ δὲ ἐν Θεῴ ἀνα-
γεγεννημένος, ἐτέρους πατέρας τοὺς κατά Θεὸν ἐπι-
γραψάμενος, οὐδ’ αὐτοὺς ἀληθῶς ἐσχηκὼς, ἀλλ’ ὡς
ἐνομίζετο διά τὴν τῶν ἠθῶν ὁμοιοτροπίαν, ἄνεισιν
ἐπὶ τὸν ἀληθῆ πατέρα, μετά πάντας χρηματίσας
Υἱὸς τοῦ Θεοῦ.
¹⁶ Gen. xv, 17. ίτ lsa. ι, 10.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.