PG 22, col. 896

Ἰακὼϐ, Ἰακὼό δὲ ἐγέννησε τὺνἹωσήφῚ ἄλλο δὲ δή· γ
που ἐστὶ τὸ νομίζειν, καὶ ἄλλο τὸ οὕτως ἔχειν διαεεο
σαιοῦσθαι · εί μὲν’δὴ τοῦ Ματθαίου διαῦεόασ-ωσαμὲνιυ
τὸν Ἰωσὴφ υἱὸν εἶναι Ἰακὼὸ καὶ τοῦ Ματθάν, 6 Aca-
κᾶς ὁμοίως διισχυρίσατο τὸν Ἰωσὴφ γεγονέναι tif.)
ἲ
τοῦ Ἠλὶ καὶ τοῦ Μελχὶ, άληθῶς μάχη τις ἦν καὶ πό-
λεμος, καὶ ἦν τῶν διαιτησόντων αὐτοῖς χρεία· νῦν
δὲ ὅτε, τοῦ Ματθαίου διαῦεϐαιῳσαμένοολ, 6 Λουκᾶςώ
διατείνεται, δόξαν δὲ παρὰ τοῖς πολλοῖς νενομισμένην ξ
τίθησιν, οὐ τὴν παρ’ αὐτῷ κρατοῦσαν, οἶμαι μηῶ
μίαν ὑπολείπεσθαι ζήτησιν.
β’. Διαφόρων γάρ παρὰ Ἰουδαίοις ὑπολήψεων περὶ
τοῦ Χριστοῦ κεκρατημένων, καὶ πάντων μὲν συμφώ- ὲ
νως ἐπὶ τὸν Δαὸὶδ ἀναγόντων, διὰ τὰς πρὸς τὸν Δσὸὶδ η
τοῦ Θεοῦ ἐπαγγελίας, ήδη δὲ τῶν μὲν ἀπὸ Δαδὶδ καὶ
Σολομῶνος καὶ τοῦ βασιλικοῦ γένους πειθομένων ἐσε-
σθαι τὸν Χριστὸν, τῶν δὲ ταύτην μὲν φευγόντων τὴν
δόξαν, διὰ τὸ πλείστην ἐμφέρεσθαι τῶν βεδασιλευηόξ
των κατηγορίαν, διά τε τὸ ἐκκήρυκτον ὑπὸ τοῦ προο
φήτου Ἰερεμίου γεγονέναι τὸν Ἰεχονίαν, καὶ διὰ τὸ
εἰρῆσθαι μὴ ἀναστήσεσθαι ἐξ αὑτοῦ σπέρμα καθήμενον
ἐπὶ θρόνου Δαὸὶδ, διὰ δέ οῦν ταῦτα, ἑτέραν ὁδευόν-
των, καὶ ἀπὸ μὲν Δαόὶδ ὁμολογούντων, οῦ μὴν διὰ 2".-
λομῶνος, ἀλλὰ διὰ Νάθαν, ὃς ἦν τοῦ Δαὸὶδ παῖς (τσο
σὶ δὲ τὸν Νάθαν καὶ προφητεῦσαι κατὰ τὰ ὲν τὰ
C Βασιλείαις φερόμενα [11]), ἀπό τε τοῦ Νάθαν 6m“.-
χων προελεύσεσθαι τὸν Χριστὸν διαϐεϐαιουμένων,κιὶ
τόν γε Ἰωσὴφ ἐκεῖθέν ποθεν γενεαλόγούντων, σφόδρα
ἀναγκαίως 6 Λουκᾶς τὴν τούτων ἀνιστορῶν δόξαν,
ἄλλ’ οὐ τὴν αὐτοῦ, προσέθηκε τῇ κατ’ αὐτὸν ἱστορίᾳ.
τὸ ι ὡς ἐνομίζετο ⁸ ι τῷ Ματθαίῳ παραχωρήσας μὴ τὺ,
ὡς ἐνομίζετο, ἱστορεῖν, ἀλλ’ ὡς εἶχεν ἀληθείας τά τῆς
γενέσεως· αῦτη μὲν οῦν ἡ πρώτη ἀπόδοσις.
γ’. Είη δ’ ἄν, τις καὶ ἄλλος βαθὺς καὶ ἀπόρρητος
ἐν τοῖς προκειμένοις λόγος· Ματθαῖος μὲν γὰρ ὁμο-
λογουμένως τὴν ἔνσαρκον γένεσιν ἱστορῶν τοῦ Χρι-
στοῦ, καὶ τὸν Ἰωσὴφ ἀποδεῖξαι βουλόμενος ἀληθῶς
ἐκ Δαδὶδ, ὅθεν ἐχρῆν τῇ εἰσϐολῇ κέχρηται τοῦ λόγου·
τὸν δὲ Λουκᾶν ἡγοῦμαι μὴ τὴν κατα σάρκα γένεσιν
τοῦ Ἰησοῦ γενεαλογεῖν ἐθέλοντα, νῦν τοῦτο πεποιηκέ-
ναι· τοῦτο μὲν γὰρ εί κατὰ γνώμην ἔπραττεν, οὒκ
ἠγνόει ὅτι ἐχρῆν ταύτην ἐκθέσεσθαι ⁸ ἐπειδὴ δὲ νῦν
τῆς διὰ λουτροῦ ἁναγεννήσεως μέμνηται, υἱὸν αὑτὸν
εἰσάγων Θεοῦ, βούλεται ὼς ἐν ὑποδείγματι παραστῆ-
σαι⁸ ὅτι δὴ πᾶς 6 ἐν θεῷ ἀναγεννὼμενος, κᾶν άληθῶς
υίὸς εἶναι ἀνθρώπων νομίζοιτο δι’ ἠν περίκειται σάρ-
κα, ἀλλ’ οὐχ ἵσταταί γε αὐτῇ τὰ τῆς γενέσεωςεὶς
τοὺς κατὰ σάρκα γονεῖς, οὐδὲ μέχρι τῶν τοῦ σώμα-
τος προπατόρων φθάνει· ἀλλ’ εἱ καὶ νομίζοιτο ἁν-
θρὼπων εἶναι υίὸς διά τὴν τοῦ σώματος γέννησιν,
ὅμως δ’ οῦν οὐκ ἀλλότριος τῆς τοῦ Θεοῦ υἱοθεσίας
ὑφέστηκεν · ἐπειδὴ δὲ οῦν οὐ κατὰ τὴν αὐτὴν τῷ Maro
θαίῳ διάνοιαν ἐξετίθετο τὴν διήγησιν, εἰκότως ὢν

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.